TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 680
Previous part

Chapter: 111 
Verse: 1  Αλληλουια.
Μακάριος ἀνὴρ ϕοβούμενος τὸν κύριον,
ἐν ταῖς ἐντολαῖς αὐτοῦ ϑελήσει σϕόδρα·
Verse: 2 
δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,
γενεὰ εὐϑείων εὐλογηϑήσεται·
Verse: 3 
δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,
καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 4 
ἐξανέτειλεν ἐν σκότει ϕῶς τοῖς εὐϑέσιν
ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
Verse: 5 
χρηστὸς ἀνὴρ οἰκτίρων καὶ κιχρῶν,
οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει·
Verse: 6 
ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευϑήσεται,
εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Verse: 7 
ἀπὸ ἀκοῆς πονηρᾶς οὐ ϕοβηϑήσεται·
ἑτοίμη καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον.
Verse: 8 
ἐστήρικται καρδία αὐτοῦ, οὐ μὴ ϕοβηϑῇ,
ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ
Verse: 9 
ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν·
δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
τὸ κέρας αὐτοῦ ὑψωϑήσεται ἐν δόξῃ.
Verse: 10 
ἁμαρτωλὸς ὄψεται καὶ ὀργισϑήσεται,
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·
ἐπιϑυμία ἁμαρτωλῶν ἀπολεῖται. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.