TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 686
Previous part

Chapter: 117 
Verse: 1  Αλληλουια.
᾽Εξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι ἀγαϑός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 2 
εἰπάτω δὴ οἶκος Ισραηλ ὅτι ἀγαϑός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 3 
εἰπάτω δὴ οἶκος Ααρων ὅτι ἀγαϑός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Verse: 4 
εἰπάτωσαν δὴ πάντες οἱ ϕοβούμενοι τὸν κύριον ὅτι ἀγαϑός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 5 
ἐν ϑλίψει ἐπεκαλεσάμην τὸν κύριον,
καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν.
Verse: 6 
κύριος ἐμοὶ βοηϑός,
οὐ ϕοβηϑήσομαι τί ποιήσει μοι ἄνϑρωπος.
Verse: 7 
κύριος ἐμοὶ βοηϑός,
κἀγὼ ἐπόψομαι τοὺς ἐχϑρούς μου.
Verse: 8 
ἀγαϑὸν πεποιϑέναι ἐπὶ κύριον
πεποιϑέναι ἐπ' ἄνϑρωπον·
Verse: 9 
ἀγαϑὸν ἐλπίζειν ἐπὶ κύριον
ἐλπίζειν ἐπ' ἄρχοντας.
Verse: 10 
πάντα τὰ ἔϑνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς·
Verse: 11 
κυκλώσαντες ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς·
Verse: 12 
ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον
καὶ ἐξεκαύϑησαν ὡσεὶ πῦρ ἐν ἀκάνϑαις,
καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.
Verse: 13 
ὠσϑεὶς ἀνετράπην τοῦ πεσεῖν,
καὶ κύριος ἀντελάβετό μου.
Verse: 14 
ἰσχύς μου καὶ ὕμνησίς μου κύριος
καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
Verse: 15 
ϕωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων
Δεξιὰ κυρίου ἐποίησεν δύναμιν,
Verse: 16 
δεξιὰ κυρίου ὕψωσέν με,
δεξιὰ κυρίου ἐποίησεν δύναμιν.
Verse: 17 
οὐκ ἀποϑανοῦμαι, ἀλλὰ ζήσομαι
καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου.
Verse: 18 
παιδεύων ἐπαίδευσέν με κύριος
καὶ τῷ ϑανάτῳ οὐ παρέδωκέν με.
Verse: 19 
ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
εἰσελϑὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
Verse: 20 
αὕτη πύλη τοῦ κυρίου,
δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
Verse: 21 
ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
καὶ ἐγένου μοι εἰς σωτηρίαν.
Verse: 22 
λίϑον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήϑη εἰς κεϕαλὴν γωνίας·
Verse: 23 
παρὰ κυρίου ἐγένετο αὕτη
καὶ ἔστιν ϑαυμαστὴ ἐν ὀϕϑαλμοῖς ἡμῶν.
Verse: 24 
αὕτη ἡμέρα, ἣν ἐποίησεν κύριος·
ἀγαλλιασώμεϑα καὶ εὐϕρανϑῶμεν ἐν αὐτῇ.
Verse: 25 
κύριε, σῶσον δή,
κύριε, εὐόδωσον δή.
Verse: 26 
εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου·
εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου.
Verse: 27 
ϑεὸς κύριος καὶ ἐπέϕανεν ἡμῖν·
συστήσασϑε ἑορτὴν ἐν τοῖς πυκάζουσιν
ἕως τῶν κεράτων τοῦ ϑυσιαστηρίου.
Verse: 28 
ϑεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι·
ϑεός μου εἶ σύ, καὶ ὑψώσω σε·
ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
καὶ ἐγένου μοι εἰς σωτηρίαν.
Verse: 29 
ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι ἀγαϑός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.