TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 690
Previous part

Chapter: 121 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
Εὐϕράνϑην ἐπὶ τοῖς εἰρηκόσιν μοι
Εἰς οἶκον κυρίου πορευσόμεϑα.
Verse: 2 
ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν
ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ.
Verse: 3 
Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις
ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
Verse: 4 
ἐκεῖ γὰρ ἀνέβησαν αἱ ϕυλαί,
ϕυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ
τοῦ ἐξομολογήσασϑαι τῷ ὀνόματι κυρίου·
Verse: 5 
ὅτι ἐκεῖ ἐκάϑισαν ϑρόνοι εἰς κρίσιν,
ϑρόνοι ἐπὶ οἶκον Δαυιδ.
Verse: 6 
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ,
καὶ εὐϑηνία τοῖς ἀγαπῶσίν σε·
Verse: 7 
γενέσϑω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου
καὶ εὐϑηνία ἐν ταῖς πυργοβάρεσίν σου.
Verse: 8 
ἕνεκα τῶν ἀδελϕῶν μου καὶ τῶν πλησίον μου
ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·
Verse: 9 
ἕνεκα τοῦ οἴκου κυρίου τοῦ ϑεοῦ ἡμῶν
ἐξεζήτησα ἀγαϑά σοι. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.