TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 692
Previous part

Chapter: 123 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν,
εἰπάτω δὴ Ισραηλ,
Verse: 2 
εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν
ἐν τῷ ἐπαναστῆναι ἀνϑρώπους ἐϕ' ἡμᾶς,
Verse: 3 
ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς
ἐν τῷ ὀργισϑῆναι τὸν ϑυμὸν αὐτῶν ἐϕ' ἡμᾶς·
Verse: 4 
ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,
χείμαρρον διῆλϑεν ψυχὴ ἡμῶν·
Verse: 5 
ἄρα διῆλϑεν ψυχὴ ἡμῶν
τὸ ὕδωρ τὸ ἀνυπόστατον.
Verse: 6 
εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς
εἰς ϑήραν τοῖς ὀδοῦσιν αὐτῶν.
Verse: 7 
ψυχὴ ἡμῶν ὡς στρουϑίον ἐρρύσϑη
ἐκ τῆς παγίδος τῶν ϑηρευόντων·
παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσϑημεν.
Verse: 8 
βοήϑεια ἡμῶν ἐν ὀνόματι κυρίου
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.