TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 700
Previous part

Chapter: 131 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
Μνήσϑητι, κύριε, τοῦ Δαυιδ
καὶ πάσης τῆς πραύτητος αὐτοῦ,
Verse: 2 
ὡς ὤμοσεν τῷ κυρίῳ,
ηὔξατο τῷ ϑεῷ Ιακωβ
Verse: 3 
Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου,
εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
Verse: 4 
εἰ δώσω ὕπνον τοῖς ὀϕϑαλμοῖς μου
καὶ τοῖς βλεϕάροις μου νυσταγμὸν
καὶ ἀνάπαυσιν τοῖς κροτάϕοις μου,
Verse: 5 
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ,
σκήνωμα τῷ ϑεῷ Ιακωβ.
Verse: 6 
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εϕραϑα,
εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·
Verse: 7 
εἰσελευσόμεϑα εἰς τὰ σκηνώματα αὐτοῦ,
προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
Verse: 8 
ἀνάστηϑι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου,
σὺ καὶ κιβωτὸς τοῦ ἁγιάσματός σου·
Verse: 9 
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην,
καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Verse: 10 
ἕνεκεν Δαυιδ τοῦ δούλου σου
μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
Verse: 11 
ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήϑειαν καὶ οὐ μὴ ἀϑετήσει αὐτήν
᾽Εκ καρποῦ τῆς κοιλίας σου ϑήσομαι ἐπὶ τὸν ϑρόνον σου·
Verse: 12 
ἐὰν ϕυλάξωνται οἱ υἱοί σου τὴν διαϑήκην μου
καὶ τὰ μαρτύριά μου ταῦτα, διδάξω αὐτούς,
καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καϑιοῦνται ἐπὶ τοῦ ϑρόνου // σου.
Verse: 13 
ὅτι ἐξελέξατο κύριος τὴν Σιων,
ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ
Verse: 14 
Αὕτη κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος,
ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·
Verse: 15 
τὴν ϑήραν αὐτῆς εὐλογῶν εὐλογήσω,
τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
Verse: 16 
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν,
καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται·
Verse: 17 
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ,
ἡτοίμασα λύχνον τῷ χριστῷ μου·
Verse: 18 
τοὺς ἐχϑροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην,
ἐπὶ δὲ αὐτὸν ἐξανϑήσει τὸ ἁγίασμά μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.