TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 708
Previous part

Chapter: 139 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
᾽Εξελοῦ με, κύριε, ἐξ ἀνϑρώπου πονηροῦ,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,
Verse: 3 
οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ,
ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
Verse: 4 
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄϕεως,
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.
διάψαλμα.
Verse: 5 
ϕύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἀπὸ ἀνϑρώπων ἀδίκων ἐξελοῦ με,
οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
Verse: 6 
ἔκρυψαν ὑπερήϕανοι παγίδα μοι
καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου,
ἐχόμενα τρίβου σκάνδαλον ἔϑεντό μοι.
διάψαλμα.
Verse: 7 
εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ·
ἐνώτισαι, κύριε, τὴν ϕωνὴν τῆς δεήσεώς μου.
Verse: 8 
κύριε κύριε δύναμις τῆς σωτηρίας μου,
ἐπεσκίασας ἐπὶ τὴν κεϕαλήν μου ἐν ἡμέρᾳ πολέμου.
Verse: 9 
μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιϑυμίας μου ἁμαρτωλῷ·
διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωϑῶσιν.
διάψαλμα.
Verse: 10 
κεϕαλὴ τοῦ κυκλώματος αὐτῶν,
κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
Verse: 11 
πεσοῦνται ἐπ' αὐτοὺς ἄνϑρακες,
ἐν πυρὶ καταβαλεῖς αὐτούς,
ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.
Verse: 12 
ἀνὴρ γλωσσώδης οὐ κατευϑυνϑήσεται ἐπὶ τῆς γῆς,
ἄνδρα ἄδικον κακὰ ϑηρεύσει εἰς διαϕϑοράν.
Verse: 13 
ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ
καὶ τὴν δίκην τῶν πενήτων.
Verse: 14 
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου,
καὶ κατοικήσουσιν εὐϑεῖς σὺν τῷ προσώπῳ σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.