TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 713
Previous part

Chapter: 144 
Verse: 1  Αἴνεσις τῷ Δαυιδ.
῾Υψώσω σε, ϑεός μου βασιλεύς μου,
καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος.
Verse: 2 
καϑ' ἑκάστην ἡμέραν εὐλογήσω σε
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα // τοῦ αἰῶνος.
Verse: 3 
μέγας κύριος καὶ αἰνετὸς σϕόδρα,
καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας.
Verse: 4 
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου
καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιν.
Verse: 5 
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν
καὶ τὰ ϑαυμάσιά σου διηγήσονται.
Verse: 6 
καὶ τὴν δύναμιν τῶν ϕοβερῶν σου ἐροῦσιν
καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
Verse: 7 
μνήμην τοῦ πλήϑους τῆς χρηστότητός σου ἐξερεύξονται
καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
Verse: 8 
οἰκτίρμων καὶ ἐλεήμων κύριος,
μακρόϑυμος καὶ πολυέλεος.
Verse: 9 
χρηστὸς κύριος τοῖς σύμπασιν,
καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
Verse: 10 
ἐξομολογησάσϑωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου,
καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
Verse: 11 
δόξαν τῆς βασιλείας σου ἐροῦσιν
καὶ τὴν δυναστείαν σου λαλήσουσιν
Verse: 12 
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνϑρώπων τὴν δυναστείαν σου
καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
Verse: 13 
βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,
καὶ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Verse: 13a 
πιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ
καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Verse: 14 
ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας
καὶ ἀνορϑοῖ πάντας τοὺς κατερραγμένους.
Verse: 15 
οἱ ὀϕϑαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν,
καὶ σὺ δίδως τὴν τροϕὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
Verse: 16 
ἀνοίγεις σὺ τὴν χεῖρά σου
καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
Verse: 17 
δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ
καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ.
Verse: 18 
ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν,
πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληϑείᾳ.
Verse: 19 
ϑέλημα τῶν ϕοβουμένων αὐτὸν ποιήσει
καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς.
Verse: 20 
ϕυλάσσει κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν
καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεϑρεύσει.
Verse: 21 
αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου,
καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.