TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 715
Previous part

Chapter: 146 
Verse: 1  Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαϑὸν ψαλμός·
τῷ ϑεῷ ἡμῶν ἡδυνϑείη αἴνεσις.
Verse: 2 
οἰκοδομῶν Ιερουσαλημ κύριος
καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει,
Verse: 3 
ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν
καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν,
Verse: 4 
ἀριϑμῶν πλήϑη ἄστρων,
καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
Verse: 5 
μέγας κύριος ἡμῶν, καὶ μεγάλη ἰσχὺς αὐτοῦ,
καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριϑμός.
Verse: 6 
ἀναλαμβάνων πραεῖς κύριος,
ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
Verse: 7 
ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει,
ψάλατε τῷ ϑεῷ ἡμῶν ἐν κιϑάρᾳ,
Verse: 8 
τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεϕέλαις,
τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν,
τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον
[καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνϑρώπων,]
Verse: 9 
διδόντι τοῖς κτήνεσι τροϕὴν αὐτῶν
καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
Verse: 10 
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου ϑελήσει
οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
Verse: 11 
εὐδοκεῖ κύριος ἐν τοῖς ϕοβουμένοις αὐτὸν
καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.