TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 716
Previous part

Chapter: 147 
Verse: 1  Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
᾽Επαίνει, Ιερουσαλημ, τὸν κύριον,
αἴνει τὸν ϑεόν σου, Σιων,
Verse: 2 
ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου,
εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί·
Verse: 3 
τιϑεὶς τὰ ὅριά σου εἰρήνην
καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
Verse: 4 
ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ,
ἕως τάχους δραμεῖται λόγος αὐτοῦ
Verse: 5 
τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον,
ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος,
Verse: 6 
βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς,
κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
Verse: 7 
ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·
πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.
Verse: 8 
ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ,
δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ.
Verse: 9 
οὐκ ἐποίησεν οὕτως παντὶ ἔϑνει
καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.