TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 717
Previous part

Chapter: 148 
Verse: 1  Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν,
αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Verse: 2 
αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Verse: 3 
αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη·
αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ ϕῶς.
Verse: 4 
αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν
καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Verse: 5 
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου,
ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήϑησαν,
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσϑησαν.
Verse: 6 
ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
πρόσταγμα ἔϑετο, καὶ οὐ παρελεύσεται.
Verse: 7 
αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς,
δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
Verse: 8 
πῦρ, χάλαζα, χιών, κρύσταλλος,
πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
Verse: 9 
τὰ ὄρη καὶ πάντες οἱ βουνοί,
ξύλα καρποϕόρα καὶ πᾶσαι κέδροι·
Verse: 10 
τὰ ϑηρία καὶ πάντα τὰ κτήνη,
ἑρπετὰ καὶ πετεινὰ πτερωτά·
Verse: 11 
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί,
ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
Verse: 12 
νεανίσκοι καὶ παρϑένοι,
πρεσβῦται μετὰ νεωτέρων·
Verse: 13 
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου,
ὅτι ὑψώϑη τὸ ὄνομα αὐτοῦ μόνου·
ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.
Verse: 14 
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ·
ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ,
τοῖς υἱοῖς Ισραηλ, λαῷ ἐγγίζοντι αὐτῷ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.