TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 718
Previous part

Chapter: 149 
Verse: 1  Αλληλουια.
῎Αισατε τῷ κυρίῳ ᾆσμα καινόν,
αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Verse: 2 
εὐϕρανϑήτω Ισραηλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,
καὶ υἱοὶ Σιων ἀγαλλιάσϑωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν·
Verse: 3 
αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,
ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,
Verse: 4 
ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ
καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Verse: 5 
καυχήσονται ὅσιοι ἐν δόξῃ
καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν·
Verse: 6 
αἱ ὑψώσεις τοῦ ϑεοῦ ἐν τῷ λάρυγγι αὐτῶν,
καὶ ῥομϕαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
Verse: 7 
τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔϑνεσιν,
ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
Verse: 8 
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,
Verse: 9 
τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον·
δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.