TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 584
Previous part

Chapter: 15 
Verse: 1  Στηλογραϕία τῷ Δαυιδ.
Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Verse: 2 
εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ,
ὅτι τῶν ἀγαϑῶν μου οὐ χρείαν ἔχεις.
Verse: 3 
τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐϑαυμάστωσεν πάντα τὰ ϑελήματα αὐτοῦ ἐν αὐτοῖς.
Verse: 4 
ἐπληϑύνϑησαν αἱ ἀσϑένειαι αὐτῶν,
μετὰ ταῦτα ἐτάχυναν·
οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων
οὐδὲ μὴ μνησϑῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
Verse: 5 
κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου·
σὺ εἶ ἀποκαϑιστῶν τὴν κληρονομίαν μου ἐμοί.
Verse: 6 
σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις·
καὶ γὰρ κληρονομία μου κρατίστη μοί ἐστιν.
Verse: 7 
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με·
ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεϕροί μου.
Verse: 8 
προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός,
ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευϑῶ.
Verse: 9 
διὰ τοῦτο ηὐϕράνϑη καρδία μου,
καὶ ἠγαλλιάσατο γλῶσσά μου,
ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι,
Verse: 10 
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαϕϑοράν.
Verse: 11 
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
πληρώσεις με εὐϕροσύνης μετὰ τοῦ προσώπου σου,
τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.