TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 585
Previous part

Chapter: 16 
Verse: 1  Προσευχὴ τοῦ Δαυιδ.
Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου,
πρόσχες τῇ δεήσει μου,
ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις.
Verse: 2 
ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλϑοι,
οἱ ὀϕϑαλμοί μου ἰδέτωσαν εὐϑύτητας.
Verse: 3 
ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός·
ἐπύρωσάς με, καὶ οὐχ εὑρέϑη ἐν ἐμοὶ ἀδικία.
Verse: 4 
ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνϑρώπων,
διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐϕύλαξα ὁδοὺς // σκληράς.
Verse: 5 
κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου,
ἵνα μὴ σαλευϑῶσιν τὰ διαβήματά μου.
Verse: 6 
ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ϑεός·
κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
Verse: 7 
ϑαυμάστωσον τὰ ἐλέη σου,
σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ
ἐκ τῶν ἀνϑεστηκότων τῇ δεξιᾷ σου.
Verse: 8 
ϕύλαξόν με ὡς κόραν ὀϕϑαλμοῦ·
ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
Verse: 9 
ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.
οἱ ἐχϑροί μου τὴν ψυχήν μου περιέσχον·
Verse: 10 
τὸ στέαρ αὐτῶν συνέκλεισαν,
τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηϕανίαν.
Verse: 11 
ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με,
τοὺς ὀϕϑαλμοὺς αὐτῶν ἔϑεντο ἐκκλῖναι ἐν τῇ γῇ.
Verse: 12 
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς ϑήραν
καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύϕοις.
Verse: 13 
ἀνάστηϑι, κύριε, πρόϕϑασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,
ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,
ῥομϕαίαν σου ἀπὸ ἐχϑρῶν τῆς χειρός σου.
Verse: 14 
κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς
διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν.
καὶ τῶν κεκρυμμένων σου ἐπλήσϑη γαστὴρ αὐτῶν,
ἐχορτάσϑησαν υἱῶν
καὶ ἀϕῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
Verse: 15 
ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀϕϑήσομαι τῷ προσώπῳ σου,
χορτασϑήσομαι ἐν τῷ ὀϕϑῆναι τὴν δόξαν σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.