TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 586
Previous part

Chapter: 17 
Verse: 1  Εἰς τὸ τέλος· τῷ παιδὶ κυρίου τῷ Δαυιδ, ἐλάλησεν
τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης
ἐν ἡμέρᾳ, ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς
πάντων τῶν ἐχϑρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ,
Verse: 2 
καὶ εἶπεν
᾽Αγαπήσω σε, κύριε ἰσχύς μου.
Verse: 3 
κύριος στερέωμά μου καὶ καταϕυγή μου καὶ ῥύστης μου,
ϑεός μου βοηϑός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν,
ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου.
Verse: 4 
αἰνῶν ἐπικαλέσομαι κύριον
καὶ ἐκ τῶν ἐχϑρῶν μου σωϑήσομαι.
Verse: 5 
περιέσχον με ὠδῖνες ϑανάτου,
καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
Verse: 6 
ὠδῖνες ᾅδου περιεκύκλωσάν με,
προέϕϑασάν με παγίδες ϑανάτου.
Verse: 7 
καὶ ἐν τῷ ϑλίβεσϑαί με ἐπεκαλεσάμην τὸν κύριον
καὶ πρὸς τὸν ϑεόν μου ἐκέκραξα·
ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ ϕωνῆς μου,
καὶ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα // αὐτοῦ.
Verse: 8 
καὶ ἐσαλεύϑη καὶ ἔντρομος ἐγενήϑη γῆ,
καὶ τὰ ϑεμέλια τῶν ὀρέων ἐταράχϑησαν
καὶ ἐσαλεύϑησαν, ὅτι ὠργίσϑη αὐτοῖς ϑεός.
Verse: 9 
ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,
καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεϕλόγισεν,
ἄνϑρακες ἀνήϕϑησαν ἀπ' αὐτοῦ.
Verse: 10 
καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη,
καὶ γνόϕος ὑπὸ τοὺς πόδας αὐτοῦ.
Verse: 11 
καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσϑη,
ἐπετάσϑη ἐπὶ πτερύγων ἀνέμων.
Verse: 12 
καὶ ἔϑετο σκότος ἀποκρυϕὴν αὐτοῦ·
κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ,
σκοτεινὸν ὕδωρ ἐν νεϕέλαις ἀέρων.
Verse: 13 
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεϕέλαι διῆλϑον,
χάλαζα καὶ ἄνϑρακες πυρός.
Verse: 14 
καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος,
καὶ ὕψιστος ἔδωκεν ϕωνὴν αὐτοῦ·
Verse: 15 
καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς
καὶ ἀστραπὰς ἐπλήϑυνεν καὶ συνετάραξεν αὐτούς.
Verse: 16 
καὶ ὤϕϑησαν αἱ πηγαὶ τῶν ὑδάτων,
καὶ ἀνεκαλύϕϑη τὰ ϑεμέλια τῆς οἰκουμένης
ἀπὸ ἐπιτιμήσεώς σου, κύριε,
ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.
Verse: 17 
ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με,
προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
Verse: 18 
ῥύσεταί με ἐξ ἐχϑρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώϑησαν ὑπὲρ ἐμέ.
Verse: 19 
προέϕϑασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,
καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου
Verse: 20 
καὶ ἐξήγαγέν με εἰς πλατυσμόν,
ῥύσεταί με, ὅτι ἠϑέλησέν με.
[ῥύσεταί με ἐξ ἐχϑρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με.]
Verse: 21 
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καϑαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,
Verse: 22 
ὅτι ἐϕύλαξα τὰς ὁδοὺς κυρίου
καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ ϑεοῦ μου,
Verse: 23 
ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου,
καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ' ἐμοῦ.
Verse: 24 
καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ
καὶ ϕυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
Verse: 25 
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καϑαριότητα· τῶν χειρῶν μου ἐνώπιον τῶν ὀϕϑαλμῶν // αὐτοῦ.
Verse: 26 
μετὰ ὁσίου ὁσιωϑήσῃ
καὶ μετὰ ἀνδρὸς ἀϑῴου ἀϑῷος ἔσῃ
Verse: 27 
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ
καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
Verse: 28 
ὅτι σὺ λαὸν ταπεινὸν σώσεις
καὶ ὀϕϑαλμοὺς ὑπερηϕάνων ταπεινώσεις.
Verse: 29 
ὅτι σὺ ϕωτιεῖς λύχνον μου, κύριε·
ϑεός μου, ϕωτιεῖς τὸ σκότος μου.
Verse: 30 
ὅτι ἐν σοὶ ῥυσϑήσομαι ἀπὸ πειρατηρίου
καὶ ἐν τῷ ϑεῷ μου ὑπερβήσομαι τεῖχος.
Verse: 31 
ϑεός μου, ἄμωμος ὁδὸς αὐτοῦ,
τὰ λόγια κυρίου πεπυρωμένα,
ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν.
Verse: 32 
ὅτι τίς ϑεὸς πλὴν τοῦ κυρίου;
καὶ τίς ϑεὸς πλὴν τοῦ ϑεοῦ ἡμῶν;
Verse: 33 
ϑεὸς περιζωννύων με δύναμιν
καὶ ἔϑετο ἄμωμον τὴν ὁδόν μου,
Verse: 34 
καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάϕου
καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με,
Verse: 35 
διδάσκων χεῖράς μου εἰς πόλεμον
καὶ ἔϑου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
Verse: 36 
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου,
καὶ δεξιά σου ἀντελάβετό μου,
καὶ παιδεία σου ἀνώρϑωσέν με εἰς τέλος,
καὶ παιδεία σου αὐτή με διδάξει.
Verse: 37 
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου,
καὶ οὐκ ἠσϑένησαν τὰ ἴχνη μου.
Verse: 38 
καταδιώξω τοὺς ἐχϑρούς μου καὶ καταλήμψομαι αὐτοὺς
καὶ οὐκ ἀποστραϕήσομαι, ἕως ἂν ἐκλίπωσιν·
Verse: 39 
ἐκϑλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι,
πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
Verse: 40 
καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον,
συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ' ἐμὲ ὑποκάτω // μου
Verse: 41 
καὶ τοὺς ἐχϑρούς μου ἔδωκάς μοι νῶτον
καὶ τοὺς μισοῦντάς με ἐξωλέϑρευσας.
Verse: 42 
ἐκέκραξαν, καὶ οὐκ ἦν σῴζων,
πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
Verse: 43 
καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου,
ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
Verse: 44 
ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ,
καταστήσεις με εἰς κεϕαλὴν ἐϑνῶν·
λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι,
Verse: 45 
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι·
υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
Verse: 46 
υἱοὶ ἀλλότριοι ἐπαλαιώϑησαν
καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
Verse: 47 
ζῇ κύριος, καὶ εὐλογητὸς ϑεός μου,
καὶ ὑψωϑήτω ϑεὸς τῆς σωτηρίας μου,
Verse: 48 
ϑεὸς διδοὺς ἐκδικήσεις ἐμοὶ
καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ,
Verse: 49 
ῥύστης μου ἐξ ἐχϑρῶν μου ὀργίλων,
ἀπὸ τῶν ἐπανιστανομένων ἐπ' ἐμὲ ὑψώσεις με,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
Verse: 50 
διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔϑνεσιν, κύριε,
καὶ τῷ ὀνόματί σου ψαλῶ,
Verse: 51 
μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ
καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ,
τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.