TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 571
Previous part

Chapter: 2 
Verse: 1  ῞Ινα τί ἐϕρύαξαν ἔϑνη
καὶ λαοὶ ἐμελέτησαν κενά;
Verse: 2 
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχϑησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ
διάψαλμα
Verse: 3 
Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν
καὶ ἀπορρίψωμεν ἀϕ' ἡμῶν τὸν ζυγὸν αὐτῶν.
Verse: 4 
κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,
καὶ κύριος ἐκμυκτηριεῖ αὐτούς.
Verse: 5 
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ
καὶ ἐν τῷ ϑυμῷ αὐτοῦ ταράξει αὐτούς
Verse: 6 
᾽Εγὼ δὲ κατεστάϑην βασιλεὺς ὑπ' αὐτοῦ
ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ
Verse: 7 
διαγγέλλων τὸ πρόσταγμα κυρίου
Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε·
Verse: 8 
αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔϑνη τὴν κληρονομίαν σου
καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·
Verse: 9 
ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,
ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.
Verse: 10 
καὶ νῦν, βασιλεῖς, σύνετε·
παιδεύϑητε, πάντες οἱ κρίνοντες τὴν γῆν.
Verse: 11 
δουλεύσατε τῷ κυρίῳ ἐν ϕόβῳ
καὶ ἀγαλλιᾶσϑε αὐτῷ ἐν τρόμῳ.
Verse: 12 
δράξασϑε παιδείας, μήποτε ὀργισϑῇ κύριος
καὶ ἀπολεῖσϑε ἐξ ὁδοῦ δικαίας.
ὅταν ἐκκαυϑῇ ἐν τάχει ϑυμὸς αὐτοῦ,
μακάριοι πάντες οἱ πεποιϑότες ἐπ' αὐτῷ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.