TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 589
Previous part

Chapter: 20 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Κύριε, ἐν τῇ δυνάμει σου εὐϕρανϑήσεται βασιλεὺς
καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σϕόδρα.
Verse: 3 
τὴν ἐπιϑυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ
καὶ τὴν ϑέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
διάψαλμα.
Verse: 4 
ὅτι προέϕϑασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος,
ἔϑηκας ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ στέϕανον ἐκ λίϑου τιμίου.
Verse: 5 
ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ,
μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Verse: 6 
μεγάλη δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου,
δόξαν καὶ μεγαλοπρέπειαν ἐπιϑήσεις ἐπ' αὐτόν·
Verse: 7 
ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος,
εὐϕρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Verse: 8 
ὅτι βασιλεὺς ἐλπίζει ἐπὶ κύριον
καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευϑῇ.
Verse: 9 
εὑρεϑείη χείρ σου πᾶσιν τοῖς ἐχϑροῖς σου,
δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Verse: 10 
ϑήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου // σου·
κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς,
καὶ καταϕάγεται αὐτοὺς πῦρ.
Verse: 11 
τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς
καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνϑρώπων,
Verse: 12 
ὅτι ἔκλιναν εἰς σὲ κακά,
διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι.
Verse: 13 
ὅτι ϑήσεις αὐτοὺς νῶτον·
ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Verse: 14 
ὑψώϑητι, κύριε, ἐν τῇ δυνάμει σου·
ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.