TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 590
Previous part

Chapter: 21 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωϑινῆς·
ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
῾Ο ϑεὸς ϑεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με;
μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων // μου.
Verse: 3 
ϑεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,
καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
Verse: 4 
σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ἔπαινος Ισραηλ.
Verse: 5 
ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν,
ἤλπισαν, καὶ ἐρρύσω αὐτούς·
Verse: 6 
πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώϑησαν,
ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνϑησαν.
Verse: 7 
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνϑρωπος,
ὄνειδος ἀνϑρώπου καὶ ἐξουδένημα λαοῦ.
Verse: 8 
πάντες οἱ ϑεωροῦντές με ἐξεμυκτήρισάν με,
ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεϕαλήν
Verse: 9 
῎Ηλπισεν ἐπὶ κύριον, ῥυσάσϑω αὐτόν·
σωσάτω αὐτόν, ὅτι ϑέλει αὐτόν.
Verse: 10 
ὅτι σὺ εἶ ἐκσπάσας με ἐκ γαστρός,
ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·
Verse: 11 
ἐπὶ σὲ ἐπερρίϕην ἐκ μήτρας,
ἐκ κοιλίας μητρός μου ϑεός μου εἶ σύ.
Verse: 12 
μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι ϑλῖψις ἐγγύς,
ὅτι οὐκ ἔστιν βοηϑῶν.
Verse: 13 
περιεκύκλωσάν με μόσχοι πολλοί,
ταῦροι πίονες περιέσχον με·
Verse: 14 
ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν
ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
Verse: 15 
ὡσεὶ ὕδωρ ἐξεχύϑην,
καὶ διεσκορπίσϑη πάντα τὰ ὀστᾶ μου,
ἐγενήϑη καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς // κοιλίας μου·
Verse: 16 
ἐξηράνϑη ὡς ὄστρακον ἰσχύς μου,
καὶ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου,
καὶ εἰς χοῦν ϑανάτου κατήγαγές με.
Verse: 17 
ὅτι ἐκύκλωσάν με κύνες πολλοί,
συναγωγὴ πονηρευομένων περιέσχον με,
ὤρυξαν χεῖράς μου καὶ πόδας.
Verse: 18 
ἐξηρίϑμησα πάντα τὰ ὀστᾶ μου,
αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
Verse: 19 
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Verse: 20 
σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήϑειάν μου,
εἰς τὴν ἀντίλημψίν μου πρόσχες.
Verse: 21 
ῥῦσαι ἀπὸ ῥομϕαίας τὴν ψυχήν μου
καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·
Verse: 22 
σῶσόν με ἐκ στόματος λέοντος
καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.
Verse: 23 
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελϕοῖς μου,
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε
Verse: 24 
Οἱ ϕοβούμενοι κύριον, αἰνέσατε αὐτόν,
ἅπαν τὸ σπέρμα Ιακωβ, δοξάσατε αὐτόν,
ϕοβηϑήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ,
Verse: 25 
ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχϑισεν τῇ δεήσει τοῦ πτωχοῦ
οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ
καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου.
Verse: 26 
παρὰ σοῦ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ,
τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν ϕοβουμένων αὐτόν.
Verse: 27 
ϕάγονται πένητες καὶ ἐμπλησϑήσονται,
καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν·
ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
Verse: 28 
μνησϑήσονται καὶ ἐπιστραϕήσονται πρὸς κύριον πάντα τὰ // πέρατα τῆς γῆς
καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐϑνῶν,
Verse: 29 
ὅτι τοῦ κυρίου βασιλεία,
καὶ αὐτὸς δεσπόζει τῶν ἐϑνῶν.
Verse: 30 
ἔϕαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς,
ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς // τὴν γῆν.
καὶ ψυχή μου αὐτῷ ζῇ,
Verse: 31 
καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ·
ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἐρχομένη,
Verse: 32 
καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ
λαῷ τῷ τεχϑησομένῳ, ὅτι ἐποίησεν κύριος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.