TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 591
Previous part

Chapter: 22 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
Verse: 2 
εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν,
ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέϑρεψέν με,
Verse: 3 
τὴν ψυχήν μου ἐπέστρεψεν.
ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης
ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
Verse: 4 
ἐὰν γὰρ καὶ πορευϑῶ ἐν μέσῳ σκιᾶς ϑανάτου,
οὐ ϕοβηϑήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ·
ῥάβδος σου καὶ βακτηρία σου, αὐταί με παρεκάλεσαν.
Verse: 5 
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν ϑλιβόντων // με·
ἐλίπανας ἐν ἐλαίῳ τὴν κεϕαλήν μου,
καὶ τὸ ποτήριόν σου μεϑύσκον ὡς κράτιστον.
Verse: 6 
καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς // ζωῆς μου,
καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ κυρίου εἰς μακρότητα ἡμερῶν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.