TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 592
Previous part

Chapter: 23 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων.
Τοῦ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς,
οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·
Verse: 2 
αὐτὸς ἐπὶ ϑαλασσῶν ἐϑεμελίωσεν αὐτὴν
καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
Verse: 3 
τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου
καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
Verse: 4 
ἀϑῷος χερσὶν καὶ καϑαρὸς τῇ καρδίᾳ,
ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ
καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
Verse: 5 
οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου
καὶ ἐλεημοσύνην παρὰ ϑεοῦ σωτῆρος αὐτοῦ.
Verse: 6 
αὕτη γενεὰ ζητούντων αὐτόν,
ζητούντων τὸ πρόσωπον τοῦ ϑεοῦ Ιακωβ.
διάψαλμα.
Verse: 7 
ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
καὶ ἐπάρϑητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης.
Verse: 8 
τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης;
κύριος κραταιὸς καὶ δυνατός,
κύριος δυνατὸς ἐν πολέμῳ.
Verse: 9 
ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
καὶ ἐπάρϑητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης.
Verse: 10 
τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης;
κύριος τῶν δυνάμεων, αὐτός ἐστιν βασιλεὺς τῆς δόξης. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.