TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 593
Previous part

Chapter: 24 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ϑεός μου.
Verse: 2 
ἐπὶ σοὶ πέποιϑα· μὴ καταισχυνϑείην,
μηδὲ καταγελασάτωσάν μου οἱ ἐχϑροί μου.
Verse: 3 
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνϑῶσιν·
αἰσχυνϑήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς.
Verse: 4 
τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι
καὶ τὰς τρίβους σου δίδαξόν με.
Verse: 5 
ὁδήγησόν με ἐπὶ τὴν ἀλήϑειάν σου
καὶ δίδαξόν με, ὅτι σὺ εἶ ϑεὸς σωτήρ μου,
καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Verse: 6 
μνήσϑητι τῶν οἰκτιρμῶν σου, κύριε,
καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
Verse: 7 
ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησϑῇς·
κατὰ τὸ ἔλεός σου μνήσϑητί μου σὺ
ἕνεκα τῆς χρηστότητός σου, κύριε.
Verse: 8 
χρηστὸς καὶ εὐϑὴς κύριος·
διὰ τοῦτο νομοϑετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
Verse: 9 
ὁδηγήσει πραεῖς ἐν κρίσει,
διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
Verse: 10 
πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήϑεια
τοῖς ἐκζητοῦσιν τὴν διαϑήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
Verse: 11 
ἕνεκα τοῦ ὀνόματός σου, κύριε,
καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.
Verse: 12 
τίς ἐστιν ἄνϑρωπος ϕοβούμενος τὸν κύριον;
νομοϑετήσει αὐτῷ ἐν ὁδῷ, ᾑρετίσατο.
Verse: 13 
ψυχὴ αὐτοῦ ἐν ἀγαϑοῖς αὐλισϑήσεται,
καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
Verse: 14 
κραταίωμα κύριος τῶν ϕοβουμένων αὐτόν,
[καὶ τὸ ὄνομα κυρίου τῶν ϕοβουμένων αὐτόν,]
καὶ διαϑήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.
Verse: 15 
οἱ ὀϕϑαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον,
ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
Verse: 16 
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με,
ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
Verse: 17 
αἱ ϑλίψεις τῆς καρδίας μου ἐπλατύνϑησαν·
ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
Verse: 18 
ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου
καὶ ἄϕες πάσας τὰς ἁμαρτίας μου.
Verse: 19 
ἰδὲ τοὺς ἐχϑρούς μου, ὅτι ἐπληϑύνϑησαν
καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Verse: 20 
ϕύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με·
μὴ καταισχυνϑείην, ὅτι ἤλπισα ἐπὶ σέ.
Verse: 21 
ἄκακοι καὶ εὐϑεῖς ἐκολλῶντό μοι,
ὅτι ὑπέμεινά σε, κύριε.
Verse: 22 
λύτρωσαι, ϑεός, τὸν Ισραηλ
ἐκ πασῶν τῶν ϑλίψεων αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.