TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 594
Previous part

Chapter: 25 
Verse: 1  Τοῦ Δαυιδ.
Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύϑην
καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσϑενήσω.
Verse: 2 
δοκίμασόν με, κύριε, καὶ πείρασόν με,
πύρωσον τοὺς νεϕρούς μου καὶ τὴν καρδίαν μου.
Verse: 3 
ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀϕϑαλμῶν μού ἐστιν,
καὶ εὐηρέστησα ἐν τῇ ἀληϑείᾳ σου.
Verse: 4 
οὐκ ἐκάϑισα μετὰ συνεδρίου ματαιότητος
καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλϑω·
Verse: 5 
ἐμίσησα ἐκκλησίαν πονηρευομένων
καὶ μετὰ ἀσεβῶν οὐ μὴ καϑίσω.
Verse: 6 
νίψομαι ἐν ἀϑῴοις τὰς χεῖράς μου
καὶ κυκλώσω τὸ ϑυσιαστήριόν σου, κύριε,
Verse: 7 
τοῦ ἀκοῦσαι ϕωνὴν αἰνέσεως
καὶ διηγήσασϑαι πάντα τὰ ϑαυμάσιά σου.
Verse: 8 
κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου
καὶ τόπον σκηνώματος δόξης σου.
Verse: 9 
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου
καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
Verse: 10 
ὧν ἐν χερσὶν ἀνομίαι,
δεξιὰ αὐτῶν ἐπλήσϑη δώρων.
Verse: 11 
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύϑην·
λύτρωσαί με καὶ ἐλέησόν με.
Verse: 12 
γὰρ πούς μου ἔστη ἐν εὐϑύτητι·
ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.