TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 596
Previous part

Chapter: 27 
Verse: 1  Τοῦ Δαυιδ.
Πρὸς σέ, κύριε, ἐκέκραξα,
ϑεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ,
μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ
καὶ ὁμοιωϑήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Verse: 2 
εἰσάκουσον τῆς ϕωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσϑαί με // πρὸς σέ,
ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.
Verse: 3 
μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου
καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με
τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,
κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.
Verse: 4 
δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν
καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν·
κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς,
ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.
Verse: 5 
ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου
καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ·
καϑελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.
Verse: 6 
εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς ϕωνῆς τῆς δεήσεώς μου.
Verse: 7 
κύριος βοηϑός μου καὶ ὑπερασπιστής μου·
ἐπ' αὐτῷ ἤλπισεν καρδία μου, καὶ ἐβοηϑήϑην,
καὶ ἀνέϑαλεν σάρξ μου·
καὶ ἐκ ϑελήματός μου ἐξομολογήσομαι αὐτῷ.
Verse: 8 
κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ
καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.
Verse: 9 
σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου
καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.