TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 597
Previous part

Chapter: 28 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς.
᾽Ενέγκατε τῷ κυρίῳ, υἱοὶ ϑεοῦ,
ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν,
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν,
Verse: 2 
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
Verse: 3 
ϕωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων,
ϑεὸς τῆς δόξης ἐβρόντησεν,
κύριος ἐπὶ ὑδάτων πολλῶν.
Verse: 4 
ϕωνὴ κυρίου ἐν ἰσχύι,
ϕωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.
Verse: 5 
ϕωνὴ κυρίου συντρίβοντος κέδρους,
καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
Verse: 6 
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον,
καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
Verse: 7 
ϕωνὴ κυρίου διακόπτοντος ϕλόγα πυρός,
Verse: 8 
ϕωνὴ κυρίου συσσείοντος ἔρημον,
καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης.
Verse: 9 
ϕωνὴ κυρίου καταρτιζομένου ἐλάϕους,
καὶ ἀποκαλύψει δρυμούς·
καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
Verse: 10 
κύριος τὸν κατακλυσμὸν κατοικιεῖ,
καὶ καϑίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
Verse: 11 
κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει,
κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.