TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 598
Previous part

Chapter: 29 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ
τοῦ οἴκου· τῷ Δαυιδ.
Verse: 2 
῾Υψώσω σε, κύριε, ὅτι ὑπέλαβές με
καὶ οὐκ ηὔϕρανας τοὺς ἐχϑρούς μου ἐπ' ἐμέ.
Verse: 3 
κύριε ϑεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
Verse: 4 
κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,
ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
Verse: 5 
ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ,
καὶ ἐξομολογεῖσϑε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
Verse: 6 
ὅτι ὀργὴ ἐν τῷ ϑυμῷ αὐτοῦ,
καὶ ζωὴ ἐν τῷ ϑελήματι αὐτοῦ·
τὸ ἑσπέρας αὐλισϑήσεται κλαυϑμὸς
καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
Verse: 7 
ἐγὼ δὲ εἶπα ἐν τῇ εὐϑηνίᾳ μου
Οὐ μὴ σαλευϑῶ εἰς τὸν αἰῶνα.
Verse: 8 
κύριε, ἐν τῷ ϑελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν·
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήϑην τεταραγμένος.
Verse: 9 
πρὸς σέ, κύριε, κεκράξομαι
καὶ πρὸς τὸν ϑεόν μου δεηϑήσομαι
Verse: 10 
Τίς ὠϕέλεια ἐν τῷ αἵματί μου,
ἐν τῷ καταβῆναί με εἰς διαϕϑοράν;
μὴ ἐξομολογήσεταί σοι χοῦς
ἀναγγελεῖ τὴν ἀλήϑειάν σου;
Verse: 11 
ἤκουσεν κύριος καὶ ἠλέησέν με,
κύριος ἐγενήϑη βοηϑός μου.
Verse: 12 
ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί,
διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐϕροσύνην,
Verse: 13 
ὅπως ἂν ψάλῃ σοι δόξα μου καὶ οὐ μὴ κατανυγῶ·
κύριε ϑεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.