TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 599
Previous part

Chapter: 30 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ· ἐκστάσεως.
Verse: 2 
᾽Επὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνϑείην εἰς τὸν αἰῶνα·
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
Verse: 3 
κλῖνον πρός με τὸ οὖς σου,
τάχυνον τοῦ ἐξελέσϑαι με·
γενοῦ μοι εἰς ϑεὸν ὑπερασπιστὴν
καὶ εἰς οἶκον καταϕυγῆς τοῦ σῶσαί με.
Verse: 4 
ὅτι κραταίωμά μου καὶ καταϕυγή μου εἶ σὺ
καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαϑρέψεις με·
Verse: 5 
ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι,
ὅτι σὺ εἶ ὑπερασπιστής μου.
Verse: 6 
εἰς χεῖράς σου παραϑήσομαι τὸ πνεῦμά μου·
ἐλυτρώσω με, κύριε ϑεὸς τῆς ἀληϑείας.
Verse: 7 
ἐμίσησας τοὺς διαϕυλάσσοντας ματαιότητας διὰ κενῆς·
ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.
Verse: 8 
ἀγαλλιάσομαι καὶ εὐϕρανϑήσομαι ἐπὶ τῷ ἐλέει σου,
ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου,
ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
Verse: 9 
καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχϑροῦ,
ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
Verse: 10 
ἐλέησόν με, κύριε, ὅτι ϑλίβομαι·
ἐταράχϑη ἐν ϑυμῷ ὀϕϑαλμός μου,
ψυχή μου καὶ γαστήρ μου.
Verse: 11 
ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ζωή μου
καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς·
ἠσϑένησεν ἐν πτωχείᾳ ἰσχύς μου,
καὶ τὰ ὀστᾶ μου ἐταράχϑησαν.
Verse: 12 
παρὰ πάντας τοὺς ἐχϑρούς μου ἐγενήϑην ὄνειδος
καὶ τοῖς γείτοσίν μου σϕόδρα
καὶ ϕόβος τοῖς γνωστοῖς μου,
οἱ ϑεωροῦντές με ἔξω ἔϕυγον ἀπ' ἐμοῦ.
Verse: 13 
ἐπελήσϑην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας,
ἐγενήϑην ὡσεὶ σκεῦος ἀπολωλός.
Verse: 14 
ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόϑεν·
ἐν τῷ ἐπισυναχϑῆναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ
τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
Verse: 15 
ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε·
εἶπα Σὺ εἶ ϑεός μου.
Verse: 16 
ἐν ταῖς χερσίν σου οἱ καιροί μου·
ῥῦσαί με ἐκ χειρὸς ἐχϑρῶν μου
καὶ ἐκ τῶν καταδιωκόντων με.
Verse: 17 
ἐπίϕανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου,
σῶσόν με ἐν τῷ ἐλέει σου.
Verse: 18 
κύριε, μὴ καταισχυνϑείην, ὅτι ἐπεκαλεσάμην σε·
αἰσχυνϑείησαν οἱ ἀσεβεῖς καὶ καταχϑείησαν εἰς ᾅδου.
Verse: 19 
ἄλαλα γενηϑήτω τὰ χείλη τὰ δόλια
τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν
ἐν ὑπερηϕανίᾳ καὶ ἐξουδενώσει.
Verse: 20 
ὡς πολὺ τὸ πλῆϑος τῆς χρηστότητός σου, κύριε,
ἧς ἔκρυψας τοῖς ϕοβουμένοις σε,
ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ
ἐναντίον τῶν υἱῶν τῶν ἀνϑρώπων.
Verse: 21 
κατακρύψεις αὐτοὺς ἐν ἀποκρύϕῳ τοῦ προσώπου σου ἀπὸ // ταραχῆς ἀνϑρώπων,
σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
Verse: 22 
εὐλογητὸς κύριος, ὅτι ἐϑαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει // περιοχῆς.
Verse: 23 
ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου
᾽Απέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀϕϑαλμῶν σου.
διὰ τοῦτο εἰσήκουσας τῆς ϕωνῆς τῆς δεήσεώς μου
ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Verse: 24 
ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ,
ὅτι ἀληϑείας ἐκζητεῖ κύριος
καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηϕανίαν.
Verse: 25 
ἀνδρίζεσϑε, καὶ κραταιούσϑω καρδία ὑμῶν,
πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.