TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 600
Previous part

Chapter: 31 
Verse: 1  Τῷ Δαυιδ· συνέσεως.
Μακάριοι ὧν ἀϕέϑησαν αἱ ἀνομίαι
καὶ ὧν ἐπεκαλύϕϑησαν αἱ ἁμαρτίαι·
Verse: 2 
μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν,
οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
Verse: 3 
ὅτι ἐσίγησα, ἐπαλαιώϑη τὰ ὀστᾶ μου
ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν·
Verse: 4 
ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνϑη ἐπ' ἐμὲ χείρ σου,
ἐστράϕην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανϑαν.
διάψαλμα.
Verse: 5 
τὴν ἁμαρτίαν μου ἐγνώρισα
καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα·
εἶπα ᾽Εξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ·
καὶ σὺ ἀϕῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.
διάψαλμα.
Verse: 6 
ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐϑέτῳ·
πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν.
Verse: 7 
σύ μου εἶ καταϕυγὴ ἀπὸ ϑλίψεως τῆς περιεχούσης με·
τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.
διάψαλμα.
Verse: 8 
συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, πορεύσῃ,
ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀϕϑαλμούς μου.
Verse: 9 
μὴ γίνεσϑε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις,
ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι
τῶν μὴ ἐγγιζόντων πρὸς σέ.
Verse: 10 
πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ,
τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει.
Verse: 11 
εὐϕράνϑητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσϑε, δίκαιοι,
καὶ καυχᾶσϑε, πάντες οἱ εὐϑεῖς τῇ καρδίᾳ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.