TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 602
Previous part

Chapter: 33 
Verse: 1  Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον
αὐτοῦ ἐναντίον Αβιμελεχ, καὶ ἀπέλυσεν
αὐτόν, καὶ ἀπῆλϑεν.
Verse: 2 
Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ,
διὰ παντὸς αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Verse: 3 
ἐν τῷ κυρίῳ ἐπαινεσϑήσεται ψυχή μου·
ἀκουσάτωσαν πραεῖς καὶ εὐϕρανϑήτωσαν.
Verse: 4 
μεγαλύνατε τὸν κύριον σὺν ἐμοί,
καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Verse: 5 
ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου
καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με.
Verse: 6 
προσέλϑατε πρὸς αὐτὸν καὶ ϕωτίσϑητε,
καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνϑῇ.
Verse: 7 
οὗτος πτωχὸς ἐκέκραξεν, καὶ κύριος εἰσήκουσεν αὐτοῦ
καὶ ἐκ πασῶν τῶν ϑλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
Verse: 8 
παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν ϕοβουμένων αὐτὸν // καὶ ῥύσεται αὐτούς.
Verse: 9 
γεύσασϑε καὶ ἴδετε ὅτι χρηστὸς κύριος·
μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ' αὐτόν.
Verse: 10 
ϕοβήϑητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ,
ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς ϕοβουμένοις αὐτόν.
Verse: 11 
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν,
οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωϑήσονται παντὸς // ἀγαϑοῦ.
διάψαλμα.
Verse: 12 
δεῦτε, τέκνα, ἀκούσατέ μου·
ϕόβον κυρίου διδάξω ὑμᾶς.
Verse: 13 
τίς ἐστιν ἄνϑρωπος ϑέλων ζωὴν
ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαϑάς;
Verse: 14 
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ
καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
Verse: 15 
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαϑόν,
ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
Verse: 16 
ὀϕϑαλμοὶ κυρίου ἐπὶ δικαίους,
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
Verse: 17 
πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ
τοῦ ἐξολεϑρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
Verse: 18 
ἐκέκραξαν οἱ δίκαιοι, καὶ κύριος εἰσήκουσεν αὐτῶν
καὶ ἐκ πασῶν τῶν ϑλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.
Verse: 19 
ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν
καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Verse: 20 
πολλαὶ αἱ ϑλίψεις τῶν δικαίων,
καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς.
Verse: 21 
κύριος ϕυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν,
ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
Verse: 22 
ϑάνατος ἁμαρτωλῶν πονηρός,
καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.
Verse: 23 
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ,
καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.