TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 603
Previous part

Chapter: 34 
Verse: 1  Τῷ Δαυιδ.
Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με,
πολέμησον τοὺς πολεμοῦντάς με.
Verse: 2 
ἐπιλαβοῦ ὅπλου καὶ ϑυρεοῦ καὶ ἀνάστηϑι εἰς βοήϑειάν μου,
Verse: 3 
ἔκχεον ῥομϕαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων // με·
εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι.
Verse: 4 
αἰσχυνϑήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου,
ἀποστραϕήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνϑήτωσαν οἱ // λογιζόμενοί μοι κακά.
Verse: 5 
γενηϑήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου,
καὶ ἄγγελος κυρίου ἐκϑλίβων αὐτούς·
Verse: 6 
γενηϑήτω ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσϑημα,
καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς·
Verse: 7 
ὅτι δωρεὰν ἔκρυψάν μοι διαϕϑορὰν παγίδος αὐτῶν,
μάτην ὠνείδισαν τὴν ψυχήν μου.
Verse: 8 
ἐλϑέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν,
καὶ ϑήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς,
καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
Verse: 9 
δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ,
τερϕϑήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ·
Verse: 10 
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι;
ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ
καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
Verse: 11 
ἀναστάντες μάρτυρες ἄδικοι οὐκ ἐγίνωσκον ἠρώτων με·
Verse: 12 
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν
καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
Verse: 13 
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον
καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου,
καὶ προσευχή μου εἰς κόλπον μου ἀποστραϕήσεται.
Verse: 14 
ὡς πλησίον, ὡς ἀδελϕὸν ἡμέτερον, οὕτως εὐηρέστουν·
ὡς πενϑῶν καὶ σκυϑρωπάζων, οὕτως ἐταπεινούμην.
Verse: 15 
καὶ κατ' ἐμοῦ ηὐϕράνϑησαν καὶ συνήχϑησαν,
συνήχϑησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων,
διεσχίσϑησαν καὶ οὐ κατενύγησαν.
Verse: 16 
ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν,
ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
Verse: 17 
κύριε, πότε ἐπόψῃ;
ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν,
ἀπὸ λεόντων τὴν μονογενῆ μου.
Verse: 18 
ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ,
ἐν λαῷ βαρεῖ αἰνέσω σε.
Verse: 19 
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχϑραίνοντές μοι ἀδίκως,
οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀϕϑαλμοῖς.
Verse: 20 
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν
καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο
Verse: 21 
καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν,
εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀϕϑαλμοὶ ἡμῶν.
Verse: 22 
εἶδες, κύριε, μὴ παρασιωπήσῃς,
κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ·
Verse: 23 
ἐξεγέρϑητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου,
ϑεός μου καὶ κύριός μου, εἰς τὴν δίκην μου.
Verse: 24 
κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ϑεός μου,
καὶ μὴ ἐπιχαρείησάν μοι·
Verse: 25 
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν·
μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.
Verse: 26 
αἰσχυνϑείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς // κακοῖς μου,
ἐνδυσάσϑωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες // ἐπ' ἐμέ.
Verse: 27 
ἀγαλλιάσαιντο καὶ εὐϕρανϑείησαν οἱ ϑέλοντες τὴν δικαιοσύνην // μου
καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνϑήτω κύριος,
οἱ ϑέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
Verse: 28 
καὶ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου,
ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.