TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 604
Previous part

Chapter: 35 
Verse: 1  Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυιδ.
Verse: 2 
Φησὶν παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ,
οὐκ ἔστιν ϕόβος ϑεοῦ ἀπέναντι τῶν ὀϕϑαλμῶν αὐτοῦ·
Verse: 3 
ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ
τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.
Verse: 4 
τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος,
οὐκ ἐβουλήϑη συνιέναι τοῦ ἀγαϑῦναι·
Verse: 5 
ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ,
παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαϑῇ,
τῇ δὲ κακίᾳ οὐ προσώχϑισεν.
Verse: 6 
κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου,
καὶ ἀλήϑειά σου ἕως τῶν νεϕελῶν·
Verse: 7 
δικαιοσύνη σου ὡσεὶ ὄρη ϑεοῦ,
τὰ κρίματά σου ἄβυσσος πολλή·
ἀνϑρώπους καὶ κτήνη σώσεις, κύριε.
Verse: 8 
ὡς ἐπλήϑυνας τὸ ἔλεός σου, ϑεός·
οἱ δὲ υἱοὶ τῶν ἀνϑρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν.
Verse: 9 
μεϑυσϑήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου,
καὶ τὸν χειμάρρουν τῆς τρυϕῆς σου ποτιεῖς αὐτούς·
Verse: 10 
ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,
ἐν τῷ ϕωτί σου ὀψόμεϑα ϕῶς.
Verse: 11 
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε
καὶ τὴν δικαιοσύνην σου τοῖς εὐϑέσι τῇ καρδίᾳ.
Verse: 12 
μὴ ἐλϑέτω μοι ποὺς ὑπερηϕανίας,
καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.
Verse: 13 
ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ἐξώσϑησαν καὶ οὐ μὴ δύνωνται στῆναι. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.