TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 605
Chapter: 36
Verse: 1
Τοῦ
Δαυιδ
.
Μὴ
παραζήλου
ἐν
πονηρευομένοις
μηδὲ
ζήλου
τοὺς
ποιοῦντας
τὴν
ἀνομίαν
·
Verse: 2
ὅτι
ὡσεὶ
χόρτος
ταχὺ
ἀποξηρανϑήσονται
καὶ
ὡσεὶ
λάχανα
χλόης
ταχὺ
ἀποπεσοῦνται
.
Verse: 3
ἔλπισον
ἐπὶ
κύριον
καὶ
ποίει
χρηστότητα
καὶ
κατασκήνου
τὴν
γῆν
,
καὶ
ποιμανϑήσῃ
ἐπὶ
τῷ
πλούτῳ
//
αὐτῆς
·
Verse: 4
κατατρύϕησον
τοῦ
κυρίου
,
καὶ
δώσει
σοι
τὰ
αἰτήματα
τῆς
καρδίας
σου
.
Verse: 5
ἀποκάλυψον
πρὸς
κύριον
τὴν
ὁδόν
σου
καὶ
ἔλπισον
ἐπ
'
αὐτόν
,
καὶ
αὐτὸς
ποιήσει
Verse: 6
καὶ
ἐξοίσει
ὡς
ϕῶς
τὴν
δικαιοσύνην
σου
καὶ
τὸ
κρίμα
σου
ὡς
μεσημβρίαν
.
Verse: 7
ὑποτάγηϑι
τῷ
κυρίῳ
καὶ
ἱκέτευσον
αὐτόν
·
μὴ
παραζήλου
ἐν
τῷ
κατευοδουμένῳ
ἐν
τῇ
ὁδῷ
αὐτοῦ
,
ἐν
ἀνϑρώπῳ
ποιοῦντι
παρανομίας
.
Verse: 8
παῦσαι
ἀπὸ
ὀργῆς
καὶ
ἐγκατάλιπε
ϑυμόν
,
μὴ
παραζήλου
ὥστε
πονηρεύεσϑαι
·
Verse: 9
ὅτι
οἱ
πονηρευόμενοι
ἐξολεϑρευϑήσονται
,
οἱ
δὲ
ὑπομένοντες
τὸν
κύριον
αὐτοὶ
κληρονομήσουσιν
γῆν
.
Verse: 10
καὶ
ἔτι
ὀλίγον
καὶ
οὐ
μὴ
ὑπάρξῃ
ὁ
ἁμαρτωλός
,
καὶ
ζητήσεις
τὸν
τόπον
αὐτοῦ
καὶ
οὐ
μὴ
εὕρῃς
·
Verse: 11
οἱ
δὲ
πραεῖς
κληρονομήσουσιν
γῆν
καὶ
κατατρυϕήσουσιν
ἐπὶ
πλήϑει
εἰρήνης
.
Verse: 12
παρατηρήσεται
ὁ
ἁμαρτωλὸς
τὸν
δίκαιον
καὶ
βρύξει
ἐπ
'
αὐτὸν
τοὺς
ὀδόντας
αὐτοῦ
·
Verse: 13
ὁ
δὲ
κύριος
ἐκγελάσεται
αὐτόν
,
ὅτι
προβλέπει
ὅτι
ἥξει
ἡ
ἡμέρα
αὐτοῦ
.
Verse: 14
ῥομϕαίαν
ἐσπάσαντο
οἱ
ἁμαρτωλοί
,
ἐνέτειναν
τόξον
αὐτῶν
τοῦ
καταβαλεῖν
πτωχὸν
καὶ
πένητα
,
τοῦ
σϕάξαι
τοὺς
εὐϑεῖς
τῇ
καρδίᾳ
·
Verse: 15
ἡ
ῥομϕαία
αὐτῶν
εἰσέλϑοι
εἰς
τὴν
καρδίαν
αὐτῶν
,
καὶ
τὰ
τόξα
αὐτῶν
συντριβείησαν
.
Verse: 16
κρεῖσσον
ὀλίγον
τῷ
δικαίῳ
ὑπὲρ
πλοῦτον
ἁμαρτωλῶν
πολύν
·
Verse: 17
ὅτι
βραχίονες
ἁμαρτωλῶν
συντριβήσονται
,
ὑποστηρίζει
δὲ
τοὺς
δικαίους
κύριος
.
Verse: 18
γινώσκει
κύριος
τὰς
ὁδοὺς
τῶν
ἀμώμων
,
καὶ
ἡ
κληρονομία
αὐτῶν
εἰς
τὸν
αἰῶνα
ἔσται
·
Verse: 19
οὐ
καταισχυνϑήσονται
ἐν
καιρῷ
πονηρῷ
καὶ
ἐν
ἡμέραις
λιμοῦ
χορτασϑήσονται
.
Verse: 20
ὅτι
οἱ
ἁμαρτωλοὶ
ἀπολοῦνται
,
οἱ
δὲ
ἐχϑροὶ
τοῦ
κυρίου
ἅμα
τῷ
δοξασϑῆναι
αὐτοὺς
καὶ
//
ὑψωϑῆναι
ἐκλιπόντες
ὡσεὶ
καπνὸς
ἐξέλιπον
.
Verse: 21
δανείζεται
ὁ
ἁμαρτωλὸς
καὶ
οὐκ
ἀποτείσει
,
ὁ
δὲ
δίκαιος
οἰκτίρει
καὶ
διδοῖ
·
Verse: 22
ὅτι
οἱ
εὐλογοῦντες
αὐτὸν
κληρονομήσουσι
γῆν
,
οἱ
δὲ
καταρώμενοι
αὐτὸν
ἐξολεϑρευϑήσονται
.
Verse: 23
παρὰ
κυρίου
τὰ
διαβήματα
ἀνϑρώπου
κατευϑύνεται
,
καὶ
τὴν
ὁδὸν
αὐτοῦ
ϑελήσει
·
Verse: 24
ὅταν
πέσῃ
,
οὐ
καταραχϑήσεται
,
ὅτι
κύριος
ἀντιστηρίζει
χεῖρα
αὐτοῦ
.
Verse: 25
νεώτερος
ἐγενόμην
καὶ
γὰρ
ἐγήρασα
καὶ
οὐκ
εἶδον
δίκαιον
ἐγκαταλελειμμένον
οὐδὲ
τὸ
σπέρμα
αὐτοῦ
ζητοῦν
ἄρτους
·
Verse: 26
ὅλην
τὴν
ἡμέραν
ἐλεᾷ
καὶ
δανείζει
,
καὶ
τὸ
σπέρμα
αὐτοῦ
εἰς
εὐλογίαν
ἔσται
.
Verse: 27
ἔκκλινον
ἀπὸ
κακοῦ
καὶ
ποίησον
ἀγαϑὸν
καὶ
κατασκήνου
εἰς
αἰῶνα
αἰῶνος
·
Verse: 28
ὅτι
κύριος
ἀγαπᾷ
κρίσιν
καὶ
οὐκ
ἐγκαταλείψει
τοὺς
ὁσίους
αὐτοῦ
,
εἰς
τὸν
αἰῶνα
ϕυλαχϑήσονται
.
ἄνομοι
δὲ
ἐκδιωχϑήσονται
,
καὶ
σπέρμα
ἀσεβῶν
ἐξολεϑρευϑήσεται
·
Verse: 29
δίκαιοι
δὲ
κληρονομήσουσι
γῆν
καὶ
κατασκηνώσουσιν
εἰς
αἰῶνα
αἰῶνος
ἐπ
'
αὐτῆς
.
Verse: 30
στόμα
δικαίου
μελετήσει
σοϕίαν
,
καὶ
ἡ
γλῶσσα
αὐτοῦ
λαλήσει
κρίσιν
·
Verse: 31
ὁ
νόμος
τοῦ
ϑεοῦ
αὐτοῦ
ἐν
καρδίᾳ
αὐτοῦ
,
καὶ
οὐχ
ὑποσκελισϑήσεται
τὰ
διαβήματα
αὐτοῦ
.
Verse: 32
κατανοεῖ
ὁ
ἁμαρτωλὸς
τὸν
δίκαιον
καὶ
ζητεῖ
τοῦ
ϑανατῶσαι
αὐτόν
,
Verse: 33
ὁ
δὲ
κύριος
οὐ
μὴ
ἐγκαταλίπῃ
αὐτὸν
εἰς
τὰς
χεῖρας
αὐτοῦ
οὐδὲ
μὴ
καταδικάσηται
αὐτόν
,
ὅταν
κρίνηται
αὐτῷ
.
Verse: 34
ὑπόμεινον
τὸν
κύριον
καὶ
ϕύλαξον
τὴν
ὁδὸν
αὐτοῦ
,
καὶ
ὑψώσει
σε
τοῦ
κατακληρονομῆσαι
γῆν
·
ἐν
τῷ
ἐξολεϑρεύεσϑαι
ἁμαρτωλοὺς
ὄψῃ
.
Verse: 35
εἶδον
ἀσεβῆ
ὑπερυψούμενον
καὶ
ἐπαιρόμενον
ὡς
τὰς
κέδρους
τοῦ
Λιβάνου
·
Verse: 36
καὶ
παρῆλϑον
,
καὶ
ἰδοὺ
οὐκ
ἦν
,
καὶ
ἐζήτησα
αὐτόν
,
καὶ
οὐχ
εὑρέϑη
ὁ
τόπος
αὐτοῦ
.
Verse: 37
ϕύλασσε
ἀκακίαν
καὶ
ἰδὲ
εὐϑύτητα
,
ὅτι
ἔστιν
ἐγκατάλειμμα
ἀνϑρώπῳ
εἰρηνικῷ
·
Verse: 38
οἱ
δὲ
παράνομοι
ἐξολεϑρευϑήσονται
ἐπὶ
τὸ
αὐτό
,
τὰ
ἐγκαταλείμματα
τῶν
ἀσεβῶν
ἐξολεϑρευϑήσονται
.
Verse: 39
σωτηρία
δὲ
τῶν
δικαίων
παρὰ
κυρίου
,
καὶ
ὑπερασπιστὴς
αὐτῶν
ἐστιν
ἐν
καιρῷ
ϑλίψεως
,
Verse: 40
καὶ
βοηϑήσει
αὐτοῖς
κύριος
καὶ
ῥύσεται
αὐτοὺς
καὶ
ἐξελεῖται
αὐτοὺς
ἐξ
ἁμαρτωλῶν
καὶ
σώσει
αὐτούς
,
ὅτι
ἤλπισαν
ἐπ
'
αὐτόν
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.