TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 605
Previous part

Chapter: 36 
Verse: 1  Τοῦ Δαυιδ.
Μὴ παραζήλου ἐν πονηρευομένοις
μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
Verse: 2 
ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανϑήσονται
καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.
Verse: 3 
ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα
καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανϑήσῃ ἐπὶ τῷ πλούτῳ // αὐτῆς·
Verse: 4 
κατατρύϕησον τοῦ κυρίου,
καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Verse: 5 
ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου
καὶ ἔλπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει
Verse: 6 
καὶ ἐξοίσει ὡς ϕῶς τὴν δικαιοσύνην σου
καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.
Verse: 7 
ὑποτάγηϑι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν·
μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ,
ἐν ἀνϑρώπῳ ποιοῦντι παρανομίας.
Verse: 8 
παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε ϑυμόν,
μὴ παραζήλου ὥστε πονηρεύεσϑαι·
Verse: 9 
ὅτι οἱ πονηρευόμενοι ἐξολεϑρευϑήσονται,
οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν.
Verse: 10 
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός,
καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς·
Verse: 11 
οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν
καὶ κατατρυϕήσουσιν ἐπὶ πλήϑει εἰρήνης.
Verse: 12 
παρατηρήσεται ἁμαρτωλὸς τὸν δίκαιον
καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·
Verse: 13 
δὲ κύριος ἐκγελάσεται αὐτόν,
ὅτι προβλέπει ὅτι ἥξει ἡμέρα αὐτοῦ.
Verse: 14 
ῥομϕαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί,
ἐνέτειναν τόξον αὐτῶν
τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,
τοῦ σϕάξαι τοὺς εὐϑεῖς τῇ καρδίᾳ·
Verse: 15 
ῥομϕαία αὐτῶν εἰσέλϑοι εἰς τὴν καρδίαν αὐτῶν,
καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.
Verse: 16 
κρεῖσσον ὀλίγον τῷ δικαίῳ
ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν·
Verse: 17 
ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται,
ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος.
Verse: 18 
γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων,
καὶ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·
Verse: 19 
οὐ καταισχυνϑήσονται ἐν καιρῷ πονηρῷ
καὶ ἐν ἡμέραις λιμοῦ χορτασϑήσονται.
Verse: 20 
ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται,
οἱ δὲ ἐχϑροὶ τοῦ κυρίου ἅμα τῷ δοξασϑῆναι αὐτοὺς καὶ // ὑψωϑῆναι
ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.
Verse: 21 
δανείζεται ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει,
δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ·
Verse: 22 
ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν,
οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεϑρευϑήσονται.
Verse: 23 
παρὰ κυρίου τὰ διαβήματα ἀνϑρώπου κατευϑύνεται,
καὶ τὴν ὁδὸν αὐτοῦ ϑελήσει·
Verse: 24 
ὅταν πέσῃ, οὐ καταραχϑήσεται,
ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
Verse: 25 
νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα
καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον
οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους·
Verse: 26 
ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει,
καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.
Verse: 27 
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαϑὸν
καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος·
Verse: 28 
ὅτι κύριος ἀγαπᾷ κρίσιν
καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ,
εἰς τὸν αἰῶνα ϕυλαχϑήσονται.
ἄνομοι δὲ ἐκδιωχϑήσονται,
καὶ σπέρμα ἀσεβῶν ἐξολεϑρευϑήσεται·
Verse: 29 
δίκαιοι δὲ κληρονομήσουσι γῆν
καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς.
Verse: 30 
στόμα δικαίου μελετήσει σοϕίαν,
καὶ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν·
Verse: 31 
νόμος τοῦ ϑεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ,
καὶ οὐχ ὑποσκελισϑήσεται τὰ διαβήματα αὐτοῦ.
Verse: 32 
κατανοεῖ ἁμαρτωλὸς τὸν δίκαιον
καὶ ζητεῖ τοῦ ϑανατῶσαι αὐτόν,
Verse: 33 
δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ
οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ.
Verse: 34 
ὑπόμεινον τὸν κύριον καὶ ϕύλαξον τὴν ὁδὸν αὐτοῦ,
καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν·
ἐν τῷ ἐξολεϑρεύεσϑαι ἁμαρτωλοὺς ὄψῃ.
Verse: 35 
εἶδον ἀσεβῆ ὑπερυψούμενον
καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
Verse: 36 
καὶ παρῆλϑον, καὶ ἰδοὺ οὐκ ἦν,
καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέϑη τόπος αὐτοῦ.
Verse: 37 
ϕύλασσε ἀκακίαν καὶ ἰδὲ εὐϑύτητα,
ὅτι ἔστιν ἐγκατάλειμμα ἀνϑρώπῳ εἰρηνικῷ·
Verse: 38 
οἱ δὲ παράνομοι ἐξολεϑρευϑήσονται ἐπὶ τὸ αὐτό,
τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεϑρευϑήσονται.
Verse: 39 
σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου,
καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ ϑλίψεως,
Verse: 40 
καὶ βοηϑήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς
καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν
καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ' αὐτόν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.