TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 606
Previous part

Chapter: 37 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.
Verse: 2 
Κύριε, μὴ τῷ ϑυμῷ σου ἐλέγξῃς με
μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Verse: 3 
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι,
καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χεῖρά σου·
Verse: 4 
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς // σου,
οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν // ἁμαρτιῶν μου.
Verse: 5 
ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεϕαλήν μου,
ὡσεὶ ϕορτίον βαρὺ ἐβαρύνϑησαν ἐπ' ἐμέ.
Verse: 6 
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου
ἀπὸ προσώπου τῆς ἀϕροσύνης μου·
Verse: 7 
ἐταλαιπώρησα καὶ κατεκάμϕϑην ἕως τέλους,
ὅλην τὴν ἡμέραν σκυϑρωπάζων ἐπορευόμην.
Verse: 8 
ὅτι αἱ ψύαι μου ἐπλήσϑησαν ἐμπαιγμῶν,
καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·
Verse: 9 
ἐκακώϑην καὶ ἐταπεινώϑην ἕως σϕόδρα,
ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Verse: 10 
κύριε, ἐναντίον σου πᾶσα ἐπιϑυμία μου,
καὶ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη.
Verse: 11 
καρδία μου ἐταράχϑη, ἐγκατέλιπέν με ἰσχύς μου,
καὶ τὸ ϕῶς τῶν ὀϕϑαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ.
Verse: 12 
οἱ ϕίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν // καὶ ἔστησαν,
καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόϑεν ἔστησαν·
Verse: 13 
καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου,
καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας
καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
Verse: 14 
ἐγὼ δὲ ὡσεὶ κωϕὸς οὐκ ἤκουον
καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
Verse: 15 
καὶ ἐγενόμην ὡσεὶ ἄνϑρωπος οὐκ ἀκούων
καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
Verse: 16 
ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα·
σὺ εἰσακούσῃ, κύριε ϑεός μου.
Verse: 17 
ὅτι εἶπα Μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχϑροί μου·
καὶ ἐν τῷ σαλευϑῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν.
Verse: 18 
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος,
καὶ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός.
Verse: 19 
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ
καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
Verse: 20 
οἱ δὲ ἐχϑροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ,
καὶ ἐπληϑύνϑησαν οἱ μισοῦντές με ἀδίκως·
Verse: 21 
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαϑῶν
ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην,
[καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.]
Verse: 22 
μὴ ἐγκαταλίπῃς με, κύριε·
ϑεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ·
Verse: 23 
πρόσχες εἰς τὴν βοήϑειάν μου, κύριε τῆς σωτηρίας μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.