TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 607
Previous part

Chapter: 38 
Verse: 1  Εἰς τὸ τέλος, τῷ Ιδιϑουν· ᾠδὴ τῷ Δαυιδ.
Verse: 2 
Εἶπα Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ // μου·
ἐϑέμην τῷ στόματί μου ϕυλακὴν
ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.
Verse: 3 
ἐκωϕώϑην καὶ ἐταπεινώϑην καὶ ἐσίγησα ἐξ ἀγαϑῶν,
καὶ τὸ ἄλγημά μου ἀνεκαινίσϑη.
Verse: 4 
ἐϑερμάνϑη καρδία μου ἐντός μου,
καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυϑήσεται πῦρ.
ἐλάλησα ἐν γλώσσῃ μου
Verse: 5 
Γνώρισόν μοι, κύριε, τὸ πέρας μου
καὶ τὸν ἀριϑμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν,
ἵνα γνῶ τί ὑστερῶ ἐγώ.
Verse: 6 
ἰδοὺ παλαιστὰς ἔϑου τὰς ἡμέρας μου,
καὶ ὑπόστασίς μου ὡσεὶ οὐϑὲν ἐνώπιόν σου·
πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνϑρωπος ζῶν.
διάψαλμα.
Verse: 7 
μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνϑρωπος,
πλὴν μάτην ταράσσονται·
ϑησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
Verse: 8 
καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ κύριος;
καὶ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.
Verse: 9 
ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,
ὄνειδος ἄϕρονι ἔδωκάς με.
Verse: 10 
ἐκωϕώϑην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ποιήσας // με.
Verse: 11 
ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου·
ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
Verse: 12 
ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνϑρωπον
καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ·
πλὴν μάτην ταράσσεται πᾶς ἄνϑρωπος.
διάψαλμα.
Verse: 13 
εἰσάκουσον τῆς προσευχῆς μου, κύριε,
καὶ τῆς δεήσεώς μου ἐνώτισαι·
τῶν δακρύων μου μὴ παρασιωπήσῃς,
ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ
καὶ παρεπίδημος καϑὼς πάντες οἱ πατέρες μου.
Verse: 14 
ἄνες μοι, ἵνα ἀναψύξω
πρὸ τοῦ με ἀπελϑεῖν καὶ οὐκέτι μὴ ὑπάρξω. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.