TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 609
Previous part

Chapter: 40 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Μακάριος συνίων ἐπὶ πτωχὸν καὶ πένητα·
ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν κύριος.
Verse: 3 
κύριος διαϕυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν // ἐν τῇ γῇ
καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχϑροῦ αὐτοῦ.
Verse: 4 
κύριος βοηϑήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ·
ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
Verse: 5 
ἐγὼ εἶπα Κύριε, ἐλέησόν με·
ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Verse: 6 
οἱ ἐχϑροί μου εἶπαν κακά μοι
Πότε ἀποϑανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
Verse: 7 
καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·
καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,
ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.
Verse: 8 
ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιϑύριζον πάντες οἱ ἐχϑροί μου,
κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι,
Verse: 9 
λόγον παράνομον κατέϑεντο κατ' ἐμοῦ
Μὴ κοιμώμενος οὐχὶ προσϑήσει τοῦ ἀναστῆναι;
Verse: 10 
καὶ γὰρ ἄνϑρωπος τῆς εἰρήνης μου, ἐϕ' ὃν ἤλπισα,
ἐσϑίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν·
Verse: 11 
σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω // αὐτοῖς.
Verse: 12 
ἐν τούτῳ ἔγνων ὅτι τεϑέληκάς με,
ὅτι οὐ μὴ ἐπιχαρῇ ἐχϑρός μου ἐπ' ἐμέ.
Verse: 13 
ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,
καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.
Verse: 14 
Εὐλογητὸς κύριος ϑεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς // τὸν αἰῶνα.
γένοιτο γένοιτο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.