TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 611
Previous part

Chapter: 42 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κρῖνόν με, ϑεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔϑνους οὐχ ὁσίου,
ἀπὸ ἀνϑρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.
Verse: 2 
ὅτι σὺ εἶ, ϑεός, κραταίωμά μου· ἵνα τί ἀπώσω με;
καὶ ἵνα τί σκυϑρωπάζων πορεύομαι ἐν τῷ ἐκϑλίβειν τὸν ἐχϑρόν // μου;
Verse: 3 
ἐξαπόστειλον τὸ ϕῶς σου καὶ τὴν ἀλήϑειάν σου·
αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου
καὶ εἰς τὰ σκηνώματά σου.
Verse: 4 
καὶ εἰσελεύσομαι πρὸς τὸ ϑυσιαστήριον τοῦ ϑεοῦ
πρὸς τὸν ϑεὸν τὸν εὐϕραίνοντα τὴν νεότητά μου·
ἐξομολογήσομαί σοι ἐν κιϑάρᾳ, ϑεὸς ϑεός μου.
Verse: 5 
ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν ϑεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτήριον τοῦ προσώπου μου ϑεός μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.