TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 612
Previous part

Chapter: 43 
Verse: 1  Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ψαλμός.
Verse: 2 
῾Ο ϑεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν,
οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν
ἔργον, εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
Verse: 3 
χείρ σου ἔϑνη ἐξωλέϑρευσεν, καὶ κατεϕύτευσας αὐτούς,
ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς.
Verse: 4 
οὐ γὰρ ἐν τῇ ῥομϕαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν,
καὶ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς,
ἀλλ' δεξιά σου καὶ βραχίων σου
καὶ ϕωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς.
Verse: 5 
σὺ εἶ αὐτὸς βασιλεύς μου καὶ ϑεός μου
ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ·
Verse: 6 
ἐν σοὶ τοὺς ἐχϑροὺς ἡμῶν κερατιοῦμεν
καὶ ἐν τῷ ὀνόματί σου ἐξουϑενώσομεν τοὺς ἐπανιστανομένους // ἡμῖν.
Verse: 7 
οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ,
καὶ ῥομϕαία μου οὐ σώσει με·
Verse: 8 
ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν ϑλιβόντων ἡμᾶς
καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.
Verse: 9 
ἐν τῷ ϑεῷ ἐπαινεσϑησόμεϑα ὅλην τὴν ἡμέραν
καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεϑα εἰς τὸν αἰῶνα.
διάψαλμα.
Verse: 10 
νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς
καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν·
Verse: 11 
ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχϑροὺς ἡμῶν,
καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς.
Verse: 12 
ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως
καὶ ἐν τοῖς ἔϑνεσιν διέσπειρας ἡμᾶς·
Verse: 13 
ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς,
καὶ οὐκ ἦν πλῆϑος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν.
Verse: 14 
ἔϑου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,
μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν·
Verse: 15 
ἔϑου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔϑνεσιν,
κίνησιν κεϕαλῆς ἐν τοῖς λαοῖς.
Verse: 16 
ὅλην τὴν ἡμέραν ἐντροπή μου κατεναντίον μού ἐστιν,
καὶ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με
Verse: 17 
ἀπὸ ϕωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος,
ἀπὸ προσώπου ἐχϑροῦ καὶ ἐκδιώκοντος.
Verse: 18 
ταῦτα πάντα ἦλϑεν ἐϕ' ἡμᾶς, καὶ οὐκ ἐπελαϑόμεϑά σου
καὶ οὐκ ἠδικήσαμεν ἐν διαϑήκῃ σου,
Verse: 19 
καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω καρδία ἡμῶν·
καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
Verse: 20 
ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως,
καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ ϑανάτου.
Verse: 21 
εἰ ἐπελαϑόμεϑα τοῦ ὀνόματος τοῦ ϑεοῦ ἡμῶν
καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς ϑεὸν ἀλλότριον,
Verse: 22 
οὐχὶ ϑεὸς ἐκζητήσει ταῦτα;
αὐτὸς γὰρ γινώσκει τὰ κρύϕια τῆς καρδίας.
Verse: 23 
ὅτι ἕνεκα σοῦ ϑανατούμεϑα ὅλην τὴν ἡμέραν,
ἐλογίσϑημεν ὡς πρόβατα σϕαγῆς.
Verse: 24 
ἐξεγέρϑητι· ἵνα τί ὑπνοῖς, κύριε;
ἀνάστηϑι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
Verse: 25 
ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέϕεις,
ἐπιλανϑάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς ϑλίψεως ἡμῶν;
Verse: 26 
ὅτι ἐταπεινώϑη εἰς χοῦν ψυχὴ ἡμῶν,
ἐκολλήϑη εἰς γῆν γαστὴρ ἡμῶν.
Verse: 27 
ἀνάστα, κύριε, βοήϑησον ἡμῖν
καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.