TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 613
Previous part

Chapter: 44 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωϑησομένων· τοῖς
υἱοῖς Κορε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.
Verse: 2 
᾽Εξηρεύξατο καρδία μου λόγον ἀγαϑόν,
λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ,
γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράϕου.
Verse: 3 
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνϑρώπων,
ἐξεχύϑη χάρις ἐν χείλεσίν σου·
διὰ τοῦτο εὐλόγησέν σε ϑεὸς εἰς τὸν αἰῶνα.
Verse: 4 
περίζωσαι τὴν ῥομϕαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ,
τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου
Verse: 5 
καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε
ἕνεκεν ἀληϑείας καὶ πραύτητος καὶ δικαιοσύνης,
καὶ ὁδηγήσει σε ϑαυμαστῶς δεξιά σου.
Verse: 6 
τὰ βέλη σου ἠκονημένα, δυνατέ,
λαοὶ ὑποκάτω σου πεσοῦνται
ἐν καρδίᾳ τῶν ἐχϑρῶν τοῦ βασιλέως.
Verse: 7 
ϑρόνος σου, ϑεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
ῥάβδος εὐϑύτητος ῥάβδος τῆς βασιλείας σου.
Verse: 8 
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν·
διὰ τοῦτο ἔχρισέν σε ϑεὸς ϑεός σου
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Verse: 9 
σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου
ἀπὸ βάρεων ἐλεϕαντίνων, ἐξ ὧν ηὔϕρανάν σε.
Verse: 10 
ϑυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·
παρέστη βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ
περιβεβλημένη πεποικιλμένη.
Verse: 11 
ἄκουσον, ϑύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου
καὶ ἐπιλάϑου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου,
Verse: 12 
ὅτι ἐπεϑύμησεν βασιλεὺς τοῦ κάλλους σου,
ὅτι αὐτός ἐστιν κύριός σου.
Verse: 13 
καὶ προσκυνήσουσιν αὐτῷ ϑυγατέρες Τύρου ἐν δώροις,
τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Verse: 14 
πᾶσα δόξα αὐτῆς ϑυγατρὸς βασιλέως ἔσωϑεν
ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.
Verse: 15 
ἀπενεχϑήσονται τῷ βασιλεῖ παρϑένοι ὀπίσω αὐτῆς,
αἱ πλησίον αὐτῆς ἀπενεχϑήσονταί σοι·
Verse: 16 
ἀπενεχϑήσονται ἐν εὐϕροσύνῃ καὶ ἀγαλλιάσει,
ἀχϑήσονται εἰς ναὸν βασιλέως.
Verse: 17 
ἀντὶ τῶν πατέρων σου ἐγενήϑησάν σοι υἱοί·
καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.
Verse: 18 
μνησϑήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·
διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.