TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 614
Previous part

Chapter: 45 
Verse: 1  Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν
κρυϕίων ψαλμός.
Verse: 2 
῾Ο ϑεὸς ἡμῶν καταϕυγὴ καὶ δύναμις,
βοηϑὸς ἐν ϑλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σϕόδρα.
Verse: 3 
διὰ τοῦτο οὐ ϕοβηϑησόμεϑα ἐν τῷ ταράσσεσϑαι τὴν γῆν
καὶ μετατίϑεσϑαι ὄρη ἐν καρδίαις ϑαλασσῶν.
Verse: 4 
ἤχησαν καὶ ἐταράχϑησαν τὰ ὕδατα αὐτῶν,
ἐταράχϑησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.
διάψαλμα.
Verse: 5 
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐϕραίνουσιν τὴν πόλιν τοῦ ϑεοῦ·
ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὕψιστος.
Verse: 6 
ϑεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευϑήσεται·
βοηϑήσει αὐτῇ ϑεὸς τὸ πρὸς πρωί.
Verse: 7 
ἐταράχϑησαν ἔϑνη, ἔκλιναν βασιλεῖαι·
ἔδωκεν ϕωνὴν αὐτοῦ, ἐσαλεύϑη γῆ.
Verse: 8 
κύριος τῶν δυνάμεων μεϑ' ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν ϑεὸς Ιακωβ.
διάψαλμα.
Verse: 9 
δεῦτε ἴδετε τὰ ἔργα κυρίου,
ἔϑετο τέρατα ἐπὶ τῆς γῆς.
Verse: 10 
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς
τόξον συντρίψει καὶ συγκλάσει ὅπλον
καὶ ϑυρεοὺς κατακαύσει ἐν πυρί.
Verse: 11 
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ϑεός·
ὑψωϑήσομαι ἐν τοῖς ἔϑνεσιν, ὑψωϑήσομαι ἐν τῇ γῇ.
Verse: 12 
κύριος τῶν δυνάμεων μεϑ' ἡμῶν,
ἀντιλήμπτωρ ἡμῶν ϑεὸς Ιακωβ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.