TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 615
Previous part

Chapter: 46 
Verse: 1  Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός.
Verse: 2 
Πάντα τὰ ἔϑνη, κροτήσατε χεῖρας,
ἀλαλάξατε τῷ ϑεῷ ἐν ϕωνῇ ἀγαλλιάσεως,
Verse: 3 
ὅτι κύριος ὕψιστος ϕοβερός,
βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Verse: 4 
ὑπέταξεν λαοὺς ἡμῖν
καὶ ἔϑνη ὑπὸ τοὺς πόδας ἡμῶν·
Verse: 5 
ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,
τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν.
διάψαλμα.
Verse: 6 
ἀνέβη ϑεὸς ἐν ἀλαλαγμῷ,
κύριος ἐν ϕωνῇ σάλπιγγος.
Verse: 7 
ψάλατε τῷ ϑεῷ ἡμῶν, ψάλατε,
ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
Verse: 8 
ὅτι βασιλεὺς πάσης τῆς γῆς ϑεός,
ψάλατε συνετῶς.
Verse: 9 
ἐβασίλευσεν ϑεὸς ἐπὶ τὰ ἔϑνη,
ϑεὸς κάϑηται ἐπὶ ϑρόνου ἁγίου αὐτοῦ.
Verse: 10 
ἄρχοντες λαῶν συνήχϑησαν μετὰ τοῦ ϑεοῦ Αβρααμ,
ὅτι τοῦ ϑεοῦ οἱ κραταιοὶ τῆς γῆς, σϕόδρα ἐπήρϑησαν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.