TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 616
Previous part

Chapter: 47 
Verse: 1  Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε· δευτέρᾳ σαββάτου.
Verse: 2 
Μέγας κύριος καὶ αἰνετὸς σϕόδρα
ἐν πόλει τοῦ ϑεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,
Verse: 3 
εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς.
ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ,
πόλις τοῦ βασιλέως τοῦ μεγάλου,
Verse: 4 
ϑεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται,
ὅταν ἀντιλαμβάνηται αὐτῆς.
Verse: 5 
ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχϑησαν,
ἤλϑοσαν ἐπὶ τὸ αὐτό·
Verse: 6 
αὐτοὶ ἰδόντες οὕτως ἐϑαύμασαν,
ἐταράχϑησαν, ἐσαλεύϑησαν,
Verse: 7 
τρόμος ἐπελάβετο αὐτῶν,
ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
Verse: 8 
ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις.
Verse: 9 
καϑάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
ἐν πόλει κυρίου τῶν δυνάμεων,
ἐν πόλει τοῦ ϑεοῦ ἡμῶν·
ϑεὸς ἐϑεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
διάψαλμα.
Verse: 10 
ὑπελάβομεν, ϑεός, τὸ ἔλεός σου
ἐν μέσῳ τοῦ ναοῦ σου.
Verse: 11 
κατὰ τὸ ὄνομά σου, ϑεός,
οὕτως καὶ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς·
δικαιοσύνης πλήρης δεξιά σου.
Verse: 12 
εὐϕρανϑήτω τὸ ὄρος Σιων,
ἀγαλλιάσϑωσαν αἱ ϑυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε.
Verse: 13 
κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν,
διηγήσασϑε ἐν τοῖς πύργοις αὐτῆς,
Verse: 14 
ϑέσϑε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς
καὶ καταδιέλεσϑε τὰς βάρεις αὐτῆς,
ὅπως ἂν διηγήσησϑε εἰς γενεὰν ἑτέραν.
Verse: 15 
ὅτι οὗτός ἐστιν ϑεὸς ϑεὸς ἡμῶν
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.