TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 618
Previous part

Chapter: 49 
Verse: 1  Ψαλμὸς τῷ Ασαϕ.
Θεὸς ϑεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν
ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.
Verse: 2 
ἐκ Σιων εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ,
ϑεὸς ἐμϕανῶς ἥξει,
Verse: 3 
ϑεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·
πῦρ ἐναντίον αὐτοῦ καυϑήσεται,
καὶ κύκλῳ αὐτοῦ καταιγὶς σϕόδρα.
Verse: 4 
προσκαλέσεται τὸν οὐρανὸν ἄνω
καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ·
Verse: 5 
συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ
τοὺς διατιϑεμένους τὴν διαϑήκην αὐτοῦ ἐπὶ ϑυσίαις,
Verse: 6 
καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,
ὅτι ϑεὸς κριτής ἐστιν.
διάψαλμα.
Verse: 7 
῎Ακουσον, λαός μου, καὶ λαλήσω σοι,
Ισραηλ, καὶ διαμαρτύρομαί σοι·
ϑεὸς ϑεός σού εἰμι ἐγώ.
Verse: 8 
οὐκ ἐπὶ ταῖς ϑυσίαις σου ἐλέγξω σε,
τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός·
Verse: 9 
οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους
οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.
Verse: 10 
ὅτι ἐμά ἐστιν πάντα τὰ ϑηρία τοῦ δρυμοῦ,
κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες·
Verse: 11 
ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ,
καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν.
Verse: 12 
ἐὰν πεινάσω, οὐ μή σοι εἴπω·
ἐμὴ γάρ ἐστιν οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.
Verse: 13 
μὴ ϕάγομαι κρέα ταύρων
αἷμα τράγων πίομαι;
Verse: 14 
ϑῦσον τῷ ϑεῷ ϑυσίαν αἰνέσεως
καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου·
Verse: 15 
καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ ϑλίψεως,
καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.
διάψαλμα.
Verse: 16 
τῷ δὲ ἁμαρτωλῷ εἶπεν ϑεός
῞Ινα τί σὺ διηγῇ τὰ δικαιώματά μου
καὶ ἀναλαμβάνεις τὴν διαϑήκην μου διὰ στόματός σου;
Verse: 17 
σὺ δὲ ἐμίσησας παιδείαν
καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
Verse: 18 
εἰ ἐϑεώρεις κλέπτην, συνέτρεχες αὐτῷ,
καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίϑεις·
Verse: 19 
τὸ στόμα σου ἐπλεόνασεν κακίαν,
καὶ γλῶσσά σου περιέπλεκεν δολιότητα·
Verse: 20 
καϑήμενος κατὰ τοῦ ἀδελϕοῦ σου κατελάλεις
καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίϑεις σκάνδαλον.
Verse: 21 
ταῦτα ἐποίησας, καὶ ἐσίγησα·
ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος·
ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου.
Verse: 22 
σύνετε δὴ ταῦτα, οἱ ἐπιλανϑανόμενοι τοῦ ϑεοῦ,
μήποτε ἁρπάσῃ καὶ μὴ ῥυόμενος·
Verse: 23 
ϑυσία αἰνέσεως δοξάσει με,
καὶ ἐκεῖ ὁδός, δείξω αὐτῷ τὸ σωτήριον τοῦ ϑεοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.