TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 619
Previous part

Chapter: 50 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ
Verse: 2 
ἐν τῷ
ἐλϑεῖν πρὸς αὐτὸν Ναϑαν τὸν προϕήτην, ἡνίκα
εἰσῆλϑεν πρὸς Βηρσαβεε.
Verse: 3 
᾽Ελέησόν με, ϑεός, κατὰ τὸ μέγα ἔλεός σου
καὶ κατὰ τὸ πλῆϑος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά // μου·
Verse: 4 
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καϑάρισόν με.
Verse: 5 
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.
Verse: 6 
σοὶ μόνῳ ἥμαρτον
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωϑῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσϑαί σε.
Verse: 7 
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμϕϑην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με μήτηρ μου.
Verse: 8 
ἰδοὺ γὰρ ἀλήϑειαν ἠγάπησας,
τὰ ἄδηλα καὶ τὰ κρύϕια τῆς σοϕίας σου ἐδήλωσάς μοι.
Verse: 9 
ῥαντιεῖς με ὑσσώπῳ, καὶ καϑαρισϑήσομαι·
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανϑήσομαι.
Verse: 10 
ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐϕροσύνην·
ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.
Verse: 11 
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Verse: 12 
καρδίαν καϑαρὰν κτίσον ἐν ἐμοί, ϑεός,
καὶ πνεῦμα εὐϑὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Verse: 13 
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Verse: 14 
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.
Verse: 15 
διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Verse: 16 
ῥῦσαί με ἐξ αἱμάτων, ϑεὸς ϑεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου.
Verse: 17 
κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Verse: 18 
ὅτι εἰ ἠϑέλησας ϑυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Verse: 19 
ϑυσία τῷ ϑεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ϑεὸς οὐκ ἐξουϑενώσει.
Verse: 20 
ἀγάϑυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων,
καὶ οἰκοδομηϑήτω τὰ τείχη Ιερουσαλημ·
Verse: 21 
τότε εὐδοκήσεις ϑυσίαν δικαιοσύνης,
ἀναϕορὰν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ ϑυσιαστήριόν σου μόσχους. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.