TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 620
Previous part

Chapter: 51 
Verse: 1  Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυιδ
Verse: 2 
ἐν τῷ
ἐλϑεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ
Σαουλ καὶ εἰπεῖν αὐτῷ ῏Ηλϑεν Δαυιδ
εἰς τὸν οἶκον Αβιμελεχ.
Verse: 3 
Τί ἐγκαυχᾷ ἐν κακίᾳ, δυνατός,
ἀνομίαν ὅλην τὴν ἡμέραν;
Verse: 4 
ἀδικίαν ἐλογίσατο γλῶσσά σου·
ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.
Verse: 5 
ἠγάπησας κακίαν ὑπὲρ ἀγαϑωσύνην,
ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην.
διάψαλμα.
Verse: 6 
ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ,
γλῶσσαν δολίαν.
Verse: 7 
διὰ τοῦτο ϑεὸς καϑελεῖ σε εἰς τέλος·
ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος
καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.
διάψαλμα.
Verse: 8 
καὶ ὄψονται δίκαιοι καὶ ϕοβηϑήσονται
καὶ ἐπ' αὐτὸν γελάσονται καὶ ἐροῦσιν
Verse: 9 
᾽Ιδοὺ ἄνϑρωπος, ὃς οὐκ ἔϑετο τὸν ϑεὸν βοηϑὸν αὐτοῦ,
ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆϑος τοῦ πλούτου αὐτοῦ
καὶ ἐδυναμώϑη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
Verse: 10 
ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ·
ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ ϑεοῦ
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 11 
ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας,
καὶ ὑπομενῶ τὸ ὄνομά σου,
ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.