TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 624
Previous part

Chapter: 55 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων
μεμακρυμμένου· τῷ Δαυιδ εἰς στηλογραϕίαν,
ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόϕυλοι ἐν Γεϑ.
Verse: 2 
᾽Ελέησόν με, κύριε, ὅτι κατεπάτησέν με ἄνϑρωπος,
ὅλην τὴν ἡμέραν πολεμῶν ἔϑλιψέν με.
Verse: 3 
κατεπάτησάν με οἱ ἐχϑροί μου ὅλην τὴν ἡμέραν,
ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.
Verse: 4 
ἡμέρας ϕοβηϑήσομαι, ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
Verse: 5 
ἐν τῷ ϑεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν.
ἐπὶ τῷ ϑεῷ ἤλπισα, οὐ ϕοβηϑήσομαι· τί ποιήσει μοι σάρξ;
Verse: 6 
ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,
κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
Verse: 7 
παροικήσουσιν καὶ κατακρύψουσιν·
αὐτοὶ τὴν πτέρναν μου ϕυλάξουσιν,
καϑάπερ ὑπέμειναν τὴν ψυχήν μου.
Verse: 8 
ὑπὲρ τοῦ μηϑενὸς σώσεις αὐτούς,
ἐν ὀργῇ λαοὺς κατάξεις, ϑεός.
Verse: 9 
τὴν ζωήν μου ἐξήγγειλά σοι,
ἔϑου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.
Verse: 10 
ἐπιστρέψουσιν οἱ ἐχϑροί μου εἰς τὰ ὀπίσω,
ἐν ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε·
ἰδοὺ ἔγνων ὅτι ϑεός μου εἶ σύ.
Verse: 11 
ἐπὶ τῷ ϑεῷ αἰνέσω ῥῆμα,
ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον.
Verse: 12 
ἐπὶ τῷ ϑεῷ ἤλπισα, οὐ ϕοβηϑήσομαι· τί ποιήσει μοι ἄνϑρωπος;
Verse: 13 
ἐν ἐμοί, ϑεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι,
Verse: 14 
ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ ϑανάτου
καὶ τοὺς πόδας μου ἐξ ὀλισϑήματος
τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ ϑεοῦ ἐν ϕωτὶ ζώντων. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.