TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 575
Previous part

Chapter: 6 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·
ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Κύριε, μὴ τῷ ϑυμῷ σου ἐλέγξῃς με
μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Verse: 3 
ἐλέησόν με, κύριε, ὅτι ἀσϑενής εἰμι·
ἴασαί με, κύριε, ὅτι ἐταράχϑη τὰ ὀστᾶ μου,
Verse: 4 
καὶ ψυχή μου ἐταράχϑη σϕόδρα·
καὶ σύ, κύριε, ἕως πότε;
Verse: 5 
ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου,
σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
Verse: 6 
ὅτι οὐκ ἔστιν ἐν τῷ ϑανάτῳ μνημονεύων σου·
ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;
Verse: 7 
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,
λούσω καϑ' ἑκάστην νύκτα τὴν κλίνην μου,
ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
Verse: 8 
ἐταράχϑη ἀπὸ ϑυμοῦ ὀϕϑαλμός μου,
ἐπαλαιώϑην ἐν πᾶσιν τοῖς ἐχϑροῖς μου.
Verse: 9 
ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ὅτι εἰσήκουσεν κύριος τῆς ϕωνῆς τοῦ κλαυϑμοῦ μου·
Verse: 10 
εἰσήκουσεν κύριος τῆς δεήσεώς μου,
κύριος τὴν προσευχήν μου προσεδέξατο.
Verse: 11 
αἰσχυνϑείησαν καὶ ταραχϑείησαν σϕόδρα πάντες οἱ ἐχϑροί μου,
ἀποστραϕείησαν καὶ καταισχυνϑείησαν σϕόδρα διὰ τάχους. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.