TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 637
Previous part

Chapter: 68 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωϑησομένων·
τῷ Δαυιδ.
Verse: 2 
Σῶσόν με, ϑεός, ὅτι εἰσήλϑοσαν ὕδατα ἕως ψυχῆς μου.
Verse: 3 
ἐνεπάγην εἰς ἰλὺν βυϑοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·
ἦλϑον εἰς τὰ βάϑη τῆς ϑαλάσσης, καὶ καταιγὶς κατεπόντισέν με.
Verse: 4 
ἐκοπίασα κράζων, ἐβραγχίασεν λάρυγξ μου,
ἐξέλιπον οἱ ὀϕϑαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν ϑεόν μου.
Verse: 5 
ἐπληϑύνϑησαν ὑπὲρ τὰς τρίχας τῆς κεϕαλῆς μου οἱ μισοῦντές // με δωρεάν,
ἐκραταιώϑησαν οἱ ἐχϑροί μου οἱ ἐκδιώκοντές με ἀδίκως·
οὐχ ἥρπασα, τότε ἀπετίννυον.
Verse: 6 
ϑεός, σὺ ἔγνως τὴν ἀϕροσύνην μου,
καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.
Verse: 7 
μὴ αἰσχυνϑείησαν ἐπ' ἐμοὶ οἱ ὑπομένοντές σε, κύριε κύριε // τῶν δυνάμεων,
μὴ ἐντραπείησαν ἐπ' ἐμοὶ οἱ ζητοῦντές σε, ϑεὸς τοῦ Ισραηλ,
Verse: 8 
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν,
ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.
Verse: 9 
ἀπηλλοτριωμένος ἐγενήϑην τοῖς ἀδελϕοῖς μου
καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου,
Verse: 10 
ὅτι ζῆλος τοῦ οἴκου σου κατέϕαγέν με,
καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.
Verse: 11 
καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου,
καὶ ἐγενήϑη εἰς ὀνειδισμὸν ἐμοί·
Verse: 12 
καὶ ἐϑέμην τὸ ἔνδυμά μου σάκκον,
καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
Verse: 13 
κατ' ἐμοῦ ἠδολέσχουν οἱ καϑήμενοι ἐν πύλῃ,
καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.
Verse: 14 
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, κύριε·
καιρὸς εὐδοκίας, ϑεός, ἐν τῷ πλήϑει τοῦ ἐλέους σου·
ἐπάκουσόν μου ἐν ἀληϑείᾳ τῆς σωτηρίας σου.
Verse: 15 
σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ·
ῥυσϑείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάϑους τῶν ὑδάτων·
Verse: 16 
μή με καταποντισάτω καταιγὶς ὕδατος,
μηδὲ καταπιέτω με βυϑός,
μηδὲ συσχέτω ἐπ' ἐμὲ ϕρέαρ τὸ στόμα αὐτοῦ.
Verse: 17 
εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου·
κατὰ τὸ πλῆϑος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ.
Verse: 18 
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου
ἀπὸ τοῦ παιδός σου,
ὅτι ϑλίβομαι, ταχὺ ἐπάκουσόν μου.
Verse: 19 
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν,
ἕνεκα τῶν ἐχϑρῶν μου ῥῦσαί με.
Verse: 20 
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου
καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου·
ἐναντίον σου πάντες οἱ ϑλίβοντές με.
Verse: 21 
ὀνειδισμὸν προσεδόκησεν ψυχή μου καὶ ταλαιπωρίαν,
καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν,
καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον.
Verse: 22 
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν
καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
Verse: 23 
γενηϑήτω τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα
καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον·
Verse: 24 
σκοτισϑήτωσαν οἱ ὀϕϑαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,
καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον·
Verse: 25 
ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου,
καὶ ϑυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
Verse: 26 
γενηϑήτω ἔπαυλις αὐτῶν ἠρημωμένη,
καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω κατοικῶν·
Verse: 27 
ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν,
καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέϑηκαν.
Verse: 28 
πρόσϑες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν,
καὶ μὴ εἰσελϑέτωσαν ἐν δικαιοσύνῃ σου·
Verse: 29 
ἐξαλειϕϑήτωσαν ἐκ βίβλου ζώντων
καὶ μετὰ δικαίων μὴ γραϕήτωσαν.
Verse: 30 
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ,
καὶ σωτηρία τοῦ προσώπου σου, ϑεός, ἀντελάβετό μου.
Verse: 31 
αἰνέσω τὸ ὄνομα τοῦ ϑεοῦ μετ' ᾠδῆς,
μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
Verse: 32 
καὶ ἀρέσει τῷ ϑεῷ ὑπὲρ μόσχον νέον
κέρατα ἐκϕέροντα καὶ ὁπλάς.
Verse: 33 
ἰδέτωσαν πτωχοὶ καὶ εὐϕρανϑήτωσαν·
ἐκζητήσατε τὸν ϑεόν, καὶ ζήσεται ψυχὴ ὑμῶν,
Verse: 34 
ὅτι εἰσήκουσεν τῶν πενήτων κύριος
καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
Verse: 35 
αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ γῆ,
ϑάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.
Verse: 36 
ὅτι ϑεὸς σώσει τὴν Σιων,
καὶ οἰκοδομηϑήσονται αἱ πόλεις τῆς Ιουδαίας,
καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·
Verse: 37 
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καϑέξουσιν αὐτήν,
καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.