TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 576
Chapter: 7
Verse: 1
Ψαλμὸς
τῷ
Δαυιδ
,
ὃν
ᾖσεν
τῷ
κυρίῳ
ὑπὲρ
τῶν
λόγων
Χουσι
υἱοῦ
Ιεμενι
.
Verse: 2
Κύριε
ὁ
ϑεός
μου
,
ἐπὶ
σοὶ
ἤλπισα
·
σῶσόν
με
ἐκ
πάντων
τῶν
διωκόντων
με
καὶ
ῥῦσαί
με
,
Verse: 3
μήποτε
ἁρπάσῃ
ὡς
λέων
τὴν
ψυχήν
μου
μὴ
ὄντος
λυτρουμένου
μηδὲ
σῴζοντος
.
Verse: 4
κύριε
ὁ
ϑεός
μου
,
εἰ
ἐποίησα
τοῦτο
,
εἰ
ἔστιν
ἀδικία
ἐν
χερσίν
μου
,
Verse: 5
εἰ
ἀνταπέδωκα
τοῖς
ἀνταποδιδοῦσίν
μοι
κακά
,
ἀποπέσοιν
ἄρα
ἀπὸ
τῶν
ἐχϑρῶν
μου
κενός
,
Verse: 6
καταδιώξαι
ἄρα
ὁ
ἐχϑρὸς
τὴν
ψυχήν
μου
καὶ
καταλάβοι
καὶ
καταπατήσαι
εἰς
γῆν
τὴν
ζωήν
μου
καὶ
τὴν
δόξαν
μου
εἰς
χοῦν
κατασκηνώσαι
.
διάψαλμα
.
Verse: 7
ἀνάστηϑι
,
κύριε
,
ἐν
ὀργῇ
σου
,
ὑψώϑητι
ἐν
τοῖς
πέρασι
τῶν
ἐχϑρῶν
μου
·
ἐξεγέρϑητι
,
κύριε
ὁ
ϑεός
μου
,
ἐν
προστάγματι
,
ᾧ
ἐνετείλω
,
Verse: 8
καὶ
συναγωγὴ
λαῶν
κυκλώσει
σε
,
καὶ
ὑπὲρ
ταύτης
εἰς
ὕψος
ἐπίστρεψον
.
Verse: 9
κύριος
κρινεῖ
λαούς
·
κρῖνόν
με
,
κύριε
,
κατὰ
τὴν
δικαιοσύνην
μου
καὶ
κατὰ
τὴν
ἀκακίαν
μου
ἐπ
'
ἐμοί
.
Verse: 10
συντελεσϑήτω
δὴ
πονηρία
ἁμαρτωλῶν
,
καὶ
κατευϑυνεῖς
δίκαιον
·
ἐτάζων
καρδίας
καὶ
νεϕροὺς
ὁ
ϑεός
.
Verse: 11
δικαία
ἡ
βοήϑειά
μου
παρὰ
τοῦ
ϑεοῦ
τοῦ
σῴζοντος
τοὺς
εὐϑεῖς
τῇ
καρδίᾳ
.
Verse: 12
ὁ
ϑεὸς
κριτὴς
δίκαιος
καὶ
ἰσχυρὸς
καὶ
μακρόϑυμος
μὴ
ὀργὴν
ἐπάγων
καϑ
'
ἑκάστην
ἡμέραν
.
Verse: 13
ἐὰν
μὴ
ἐπιστραϕῆτε
,
τὴν
ῥομϕαίαν
αὐτοῦ
στιλβώσει
·
τὸ
τόξον
αὐτοῦ
ἐνέτεινεν
καὶ
ἡτοίμασεν
αὐτὸ
Verse: 14
καὶ
ἐν
αὐτῷ
ἡτοίμασεν
σκεύη
ϑανάτου
,
τὰ
βέλη
αὐτοῦ
τοῖς
καιομένοις
ἐξειργάσατο
.
Verse: 15
ἰδοὺ
ὠδίνησεν
ἀδικίαν
,
συνέλαβεν
πόνον
καὶ
ἔτεκεν
ἀνομίαν
·
Verse: 16
λάκκον
ὤρυξεν
καὶ
ἀνέσκαψεν
αὐτὸν
καὶ
ἐμπεσεῖται
εἰς
βόϑρον
,
ὃν
εἰργάσατο
·
Verse: 17
ἐπιστρέψει
ὁ
πόνος
αὐτοῦ
εἰς
κεϕαλὴν
αὐτοῦ
,
καὶ
ἐπὶ
κορυϕὴν
αὐτοῦ
ἡ
ἀδικία
αὐτοῦ
καταβήσεται
.
Verse: 18
ἐξομολογήσομαι
κυρίῳ
κατὰ
τὴν
δικαιοσύνην
αὐτοῦ
καὶ
ψαλῶ
τῷ
ὀνόματι
κυρίου
τοῦ
ὑψίστου
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.