TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 576
Previous part

Chapter: 7 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ, ὃν ᾖσεν τῷ κυρίῳ
ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι.
Verse: 2 
Κύριε ϑεός μου, ἐπὶ σοὶ ἤλπισα·
σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,
Verse: 3 
μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου
μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.
Verse: 4 
κύριε ϑεός μου, εἰ ἐποίησα τοῦτο,
εἰ ἔστιν ἀδικία ἐν χερσίν μου,
Verse: 5 
εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά,
ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχϑρῶν μου κενός,
Verse: 6 
καταδιώξαι ἄρα ἐχϑρὸς τὴν ψυχήν μου καὶ καταλάβοι
καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου
καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.
διάψαλμα.
Verse: 7 
ἀνάστηϑι, κύριε, ἐν ὀργῇ σου,
ὑψώϑητι ἐν τοῖς πέρασι τῶν ἐχϑρῶν μου·
ἐξεγέρϑητι, κύριε ϑεός μου, ἐν προστάγματι, ἐνετείλω,
Verse: 8 
καὶ συναγωγὴ λαῶν κυκλώσει σε,
καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
Verse: 9 
κύριος κρινεῖ λαούς·
κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί.
Verse: 10 
συντελεσϑήτω δὴ πονηρία ἁμαρτωλῶν,
καὶ κατευϑυνεῖς δίκαιον·
ἐτάζων καρδίας καὶ νεϕροὺς ϑεός.
Verse: 11 
δικαία βοήϑειά μου παρὰ τοῦ ϑεοῦ
τοῦ σῴζοντος τοὺς εὐϑεῖς τῇ καρδίᾳ.
Verse: 12 
ϑεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόϑυμος
μὴ ὀργὴν ἐπάγων καϑ' ἑκάστην ἡμέραν.
Verse: 13 
ἐὰν μὴ ἐπιστραϕῆτε, τὴν ῥομϕαίαν αὐτοῦ στιλβώσει·
τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ
Verse: 14 
καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη ϑανάτου,
τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
Verse: 15 
ἰδοὺ ὠδίνησεν ἀδικίαν,
συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν·
Verse: 16 
λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν
καὶ ἐμπεσεῖται εἰς βόϑρον, ὃν εἰργάσατο·
Verse: 17 
ἐπιστρέψει πόνος αὐτοῦ εἰς κεϕαλὴν αὐτοῦ,
καὶ ἐπὶ κορυϕὴν αὐτοῦ ἀδικία αὐτοῦ καταβήσεται.
Verse: 18 
ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ
καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.