TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 639
Previous part

Chapter: 70 
Verse: 1  Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων
αἰχμαλωτισϑέντων.
῾Ο ϑεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνϑείην εἰς τὸν αἰῶνα.
Verse: 2 
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με,
κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.
Verse: 3 
γενοῦ μοι εἰς ϑεὸν ὑπερασπιστὴν
καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με,
ὅτι στερέωμά μου καὶ καταϕυγή μου εἶ σύ.
Verse: 4 
ϑεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
Verse: 5 
ὅτι σὺ εἶ ὑπομονή μου, κύριε·
κύριος ἐλπίς μου ἐκ νεότητός μου.
Verse: 6 
ἐπὶ σὲ ἐπεστηρίχϑην ἀπὸ γαστρός,
ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής·
ἐν σοὶ ὕμνησίς μου διὰ παντός.
Verse: 7 
ὡσεὶ τέρας ἐγενήϑην τοῖς πολλοῖς,
καὶ σὺ βοηϑὸς κραταιός.
Verse: 8 
πληρωϑήτω τὸ στόμα μου αἰνέσεως,
ὅπως ὑμνήσω τὴν δόξαν σου,
ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
Verse: 9 
μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους,
ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.
Verse: 10 
ὅτι εἶπαν οἱ ἐχϑροί μου ἐμοὶ
καὶ οἱ ϕυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
Verse: 11 
λέγοντες ῾Ο ϑεὸς ἐγκατέλιπεν αὐτόν·
καταδιώξατε καὶ καταλάβετε αὐτόν,
ὅτι οὐκ ἔστιν ῥυόμενος.
Verse: 12 
ϑεός, μὴ μακρύνῃς ἀπ' ἐμοῦ·
ϑεός μου, εἰς τὴν βοήϑειάν μου πρόσχες.
Verse: 13 
αἰσχυνϑήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν // μου,
περιβαλέσϑωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά // μοι.
Verse: 14 
ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ
καὶ προσϑήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
Verse: 15 
τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου,
ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου,
ὅτι οὐκ ἔγνων γραμματείας.
Verse: 16 
εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου·
κύριε, μνησϑήσομαι τῆς δικαιοσύνης σου μόνου.
Verse: 17 
ἐδίδαξάς με, ϑεός, ἐκ νεότητός μου,
καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ ϑαυμάσιά σου.
Verse: 18 
καὶ ἕως γήρους καὶ πρεσβείου, ϑεός, μὴ ἐγκαταλίπῃς με,
ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ,
τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.
Verse: 19 
ϑεός, ἕως ὑψίστων ἐποίησας μεγαλεῖα·
ϑεός, τίς ὅμοιός σοι;
Verse: 20 
ὅσας ἔδειξάς μοι ϑλίψεις πολλὰς καὶ κακάς,
καὶ ἐπιστρέψας ἐζωοποίησάς με
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
Verse: 21 
ἐπλεόνασας τὴν μεγαλοσύνην σου
καὶ ἐπιστρέψας παρεκάλεσάς με
[καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.]
Verse: 22 
καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήϑειάν // σου, ϑεός·
ψαλῶ σοι ἐν κιϑάρᾳ, ἅγιος τοῦ Ισραηλ.
Verse: 23 
ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι,
καὶ ψυχή μου, ἣν ἐλυτρώσω.
Verse: 24 
ἔτι δὲ καὶ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν // δικαιοσύνην σου,
ὅταν αἰσχυνϑῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά // μοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.