TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 640
Previous part

Chapter: 71 
Verse: 1  Εἰς Σαλωμων.
῾Ο ϑεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς
καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως
Verse: 2 
κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ
καὶ τοὺς πτωχούς σου ἐν κρίσει.
Verse: 3 
ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου
καὶ οἱ βουνοὶ ἐν δικαιοσύνῃ.
Verse: 4 
κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ
καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων
καὶ ταπεινώσει συκοϕάντην
Verse: 5 
καὶ συμπαραμενεῖ τῷ ἡλίῳ
καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν
Verse: 6 
καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον
καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.
Verse: 7 
ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη
καὶ πλῆϑος εἰρήνης ἕως οὗ ἀνταναιρεϑῇ σελήνη.
Verse: 8 
καὶ κατακυριεύσει ἀπὸ ϑαλάσσης ἕως ϑαλάσσης
καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.
Verse: 9 
ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰϑίοπες,
καὶ οἱ ἐχϑροὶ αὐτοῦ χοῦν λείξουσιν·
Verse: 10 
βασιλεῖς Θαρσις καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν,
βασιλεῖς ᾽Αράβων καὶ Σαβα δῶρα προσάξουσιν·
Verse: 11 
καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς,
πάντα τὰ ἔϑνη δουλεύσουσιν αὐτῷ.
Verse: 12 
ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου
καὶ πένητα, οὐχ ὑπῆρχεν βοηϑός·
Verse: 13 
ϕείσεται πτωχοῦ καὶ πένητος
καὶ ψυχὰς πενήτων σώσει·
Verse: 14 
ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν,
καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.
Verse: 15 
καὶ ζήσεται, καὶ δοϑήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ᾽Αραβίας,
καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός,
ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.
Verse: 16 
ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρων τῶν ὀρέων·
ὑπεραρϑήσεται ὑπὲρ τὸν Λίβανον καρπὸς αὐτοῦ,
καὶ ἐξανϑήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.
Verse: 17 
ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας,
πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ·
καὶ εὐλογηϑήσονται ἐν αὐτῷ πᾶσαι αἱ ϕυλαὶ τῆς γῆς,
πάντα τὰ ἔϑνη μακαριοῦσιν αὐτόν.
Verse: 18 
Εὐλογητὸς κύριος ϑεὸς ϑεὸς Ισραηλ ποιῶν ϑαυμάσια // μόνος,
Verse: 19 
καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ // εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
καὶ πληρωϑήσεται τῆς δόξης αὐτοῦ πᾶσα γῆ.
γένοιτο γένοιτο.
Verse: 20 
᾽Εξέλιπον οἱ ὕμνοι Δαυιδ τοῦ υἱοῦ Ιεσσαι.


Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.